1

 2

 3

 4

 5

 6

2

ὑπέμεινε γενναίως, καὶ αὐτὸ τὸ πνεῦμα παρέδωκε. Ἀλέξανδρος ἰατρὸς ἐκ Φρυγίας παρεστὼς τῷ βήματι, τότε τῶν μαρτύρων ἐξεταζομένων, δῆλος ἐπὶ τοῖς περιεστηκόσι, πνεύματι τούτους πρὸς τὴν ὁμολογίαν προτρέπων, ἀγανακτήσαντος δὲ ἐπὶ τούτου τοῦ ὄχλου, ἐρωτηθεὶς παρ' αὐτοῦ ἄρχοντος τίς εἴη καὶ πόθεν Χριστιανὸν ἑαυτὸν ὡμολόγησεν· καὶ οὕτω θηριομαχῆσαι κατακριθεὶς, εἰσήχθη τὴν ἐπιοῦσαν μετά τινος Ἀττάλου Περγαμηνοῦ τῷ γένει, οἳ καὶ διὰ πάντων διεξελθόντες τῶν πρὸς κόλασιν ἐξευρημένων ὀργάνων, τοὔσχατον ἐτίθησαν καὶ αὐτοί· καὶ ἄλλοι δὲ πλεῖστοι τότε πυρὶ καὶ θηρίοις, καὶ διαφόροις κολάσεσιν, ἔτι δὲ καὶ ταῖς εἱρκταῖς ἐναποπνιγόμενοι ἐτελειώθησαν, ὧν τὰ ὀστᾶ συλλέξαντες οἱ τῆς ἀπωλείας υἱοὶ πυρὶ παρέδοσαν, καὶ τὴν ἐξ αὐτῶν τέφραν εἰς τὸν Ῥοδανὸν ποταμὸν διελίκμησαν. Ἐν τούτοις Ἀλκιβιάδης εἷς ὢν τῶν θείων ὁμολογητῶν, ἐγκρατείας πρότερον ὑπερβαλλούσης, συζῶν ὡς μηδενὸς ἄλλου μετέχειν, ἢ μόνον ἄρτου καὶ ὕδατος, ἐπειρᾶτο καὶ ἐν τῷ δεσμωτηρίῳ οὕτω διάγειν· Ἀττάλῳ δὲ περὶ οὗ προείπομεν ἀποκαλυφθὲν ὅτι μὴ καλῶς ποιεῖ Ἀλκιβιάδης τοῖς τοῦ Θεοῦ μὴ χρώμενος κτίσμασιν, τοῦτο μαθὼν ἐξ ἐκείνου, μετελάμβανε πάντων ἀνυποστόλως, εὐχαριστῶν τῷ Θεῷ· τοῦτό μοι ἀρκείτω ἐνταῦθα εἰς ἀπόδειξιν τοῦ μὴ δεῖν καθάπαξ ἀποτίθεσθαί τισι τῶν βρωμάτων, ὡς βλάβην ἐμποιεῖν δυναμένους· ἐπεὶ καλὰ πάντα τὰ τοῦ Θεοῦ κτίσματα, 20.1524 καὶ καλὰ λίαν, καὶ οὐκ αὐτὰ τὴν βλάβην εἴωθεν ἐμποιεῖν, ἀλλ' ἡ τούτων ἄμετρος χρῆσις. Ταῦτα ἐκ τῆς ἀποπροσώπου τῆς ἐν Λουγδούνῳ Ἐκκλησίας γραφείσης ἐπιστολῆς.

Βʹ. Ἐπὶ Σευήρου βασιλέως Ῥωμαίων, διωγμοῦ κινηθέντος ἐν τῇ κατ'

Αἴγυπτον Ἀλεξανδρείᾳ, πλεῖστοι, καὶ διαφορώτατοι τῆς εἰς Χριστὸν ὑπερήθλησαν πίστεως· ἐν οἷς καὶ Λεωνίδης ὁ τοῦ Ὠριγένους πατὴρ τὴν κεφαλὴν ἀποτμηθεὶς νέον κομιδῆ καταλείπει τὸν παῖδα· ὃς δὴ τοσοῦτον περὶ τὸ μαρτύριον τὸν ἔρωτα ἔσχεν, ὡς ὁμόσε τοῖς κινδύνοις χωρεῖν, προπηδᾷν τε καὶ προθύμως ἐπὶ τὸν ἀγῶνα ὁρμᾷν· τέως γε μὴν τῆς μητρὸς τὴν πᾶσαν αὐτοῦ ἀποκρυψαμένης ἐσθῆτα, ἀπρόϊτος οἴκοι μένειν ἀναγκασθεὶς, ἐπέστειλε τῷ πατρὶ καθειργμένῳ ὄντι τὴν περὶ μαρτυρίου προτρεπτικὴν ἐπιστολὴν, ἐν ᾗ κατὰ λέξιν ὧδέ φησι· «Ἔπεχε μὴ δι' ἡμᾶς ἄλλο τι φρονήσῃς.» Οὗτος μέγας, καὶ περιβόητος λόγοις τε καὶ ἔργοις κατ' ἐκεῖνο καιροῦ γεγονὼς, τοῦ ἐν Ἀλεξανδρείᾳ κατηχητικοῦ διδασκαλείου προέστη, καὶ πολλοὺς τῶν φοιτητῶν ἐπὶ τὸν ὅμοιον αὐτῷ παρορμήσας ζῆλον, μάρτυρας Χριστοῦ πεποίηκεν· ὧν πρῶτος Πλούταρχος ἦν οὗ τὴν ἐπὶ θάνατον ἀπαγομένου, μικροῦ δεῖν καὶ αὐτὸς Ὠριγένης ἀνῄρητο συμπαρὼν, ὡς ἀπωλείας αἴτιος αὐτῷ γεγονώς. Καὶ ὕστερον δὲ ἐπὶ ∆εκίου βήματι παρέστη τυραννικῷ, ὡς σεβόμενος τὸν Χριστόν· ἀλλ' οὐκ ἐπέτυχε τῆς μαρτυρίας, τοῦ Θεοῦ, οἶμαι, ταύτης αὐτὸν ἀνάξιον κρίναντος, διὰ τὸ περὶ τὰ δόγματα καὶ τὴν ὀρθὴν πίστιν διάστροφον· λειποτακτεῖ γὰρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων. ∆εύτερος τῶν Ὠριγένους φοιτητῶν μάρτυς ἀναδείκνυται Σέρηνος, διὰ πυρὸς τὴν δοκιμὴν ἧς παρείληφε πίστεως παρεσχημένος. Τῆς αὐτῆς διατριβῆς τρίτος καθίσταται μάρτυς Ἡρακλείδης, καὶ ἐπὶ τούτῳ τέταρτος Ἥρων· ὁ μὲν πρότερος ἔτι κατηχούμενος, ὁ δὲ νεοφώτιστος, τὰς κεφαλὰς ἀποτμηθέντες. Ἔτι πρὸς τούτοις, ἕτερος τοῦ προτέρου Σέρηνος, μετὰ πλείστην βασάνων ὑπομονὴν, κεφαλικῶς τιμωρεῖται. Καὶ γυναικῶν δὲ Ἡραῒς ἔτι κατηχουμένη τὸ διὰ πυρὸς ὑφίσταται βάπτισμα. Ἐπὶ τούτοις ἕβδομος Βασιλείδης, ὁ τὴν περιβόητον Ποταμίαν ἀναπαγαγών. Παραλαβὼν γὰρ αὐτὴν, καὶ τὴν ἐπὶ θανάτῳ ἀπάγων, τοὺς ἐνοχλοῦντας αὐτῇ, καὶ ἀκολάστοις ῥήμασιν ἐνυβρίζοντας ἀναστέλλων ἦν παντὶ τρόπῳ, καὶ διωθούμενος· ἡ δὲ τῆς περὶ αὐτὴν συμπαθείας ἀποδεξαμένη, τὸν ἄνδρα