1

 2

 3

3

λευκὴν ἔχων, μαρμάρου τρόπον ἢ ἐλεφαντίνου. Καὶ οὗτος δὲ περὶ τὴν Σκυθίαν εὑρίσκεται. Ἔστι δὲ ἐκ τούτων τῶν λίθων ἀχάτης χρῶμα ἔχων λέοντος. Τριβόμενος δὲ μεθ' ὕδατος καὶ χριόμενος ἐπὶ δήγματος θηρίου ἀποτρέπει ἰὸν σκορπίου καὶ ἐχιδνῶν καὶ τῶν τοιούτων.

1.9 Λίθος ἀμέθυστος. Οὗτος κατὰ τὴν αὐτοῦ περιφέρειαν φλογίζων ἐστὶ βαθέως· ἡ δὲ αὐτή ἐστι λευκοτέρα ἐκ τοῦ μέσου, οἰνωπὸν ἀποπέμπουσα εἶδος. Ἡ δὲ μορφὴ αὐτοῦ διάφορος· τάχα δὲ καὶ αὐτὸς ἐν τοῖς ὄρεσι γίνεται τῆς Λιβύης· ὁ μὲν γὰρ αὐτῶν ἐστιν ὑακίνθῳ καθαρῷ παραπλήσιος, ὁ δὲ ἀμφικόχλῳ. Γίνεται ἐν ταῖς ὄχθαις τῆς θαλάσσης τῆς αὐτῆς Λιβύης.

1.10 Λίθος χρυσόλιθος. Τοῦτόν τινες χρυσόφυλλον κεκλήκασι. Χρυσίζων μέν ἐστιν· εὑρίσκεται δὲ ἐν τῷ φρέατι διπέτρῳ παρὰ τὸ τεῖχος τῆς Ἀχαιμενίτιδος Βαβυλῶνος· τὴν γὰρ Βαβυλῶνα καὶ τὸ φρέαρ ἐκεῖνο Ἀχαιμενίτιδα καλοῦσιν, ὅτι, φασίν, ὁ πατὴρ Κύρου τοῦ βασιλέως Ἀχιμενεὺς ἐκαλεῖτο. Ἔστι δὲ καὶ χρυσόπαστος. Οὗτος στομαχικοῖς καὶ κοιλιακοῖς τριβόμενος καὶ πινόμενος ἰαματικὸς ὑπάρχει.

1.11 Λίθος βηρύλλιον γλαυκίζων μέν ἐστι, θαλασσοβαφής, ἔχων εἶδος καὶ τῆς ὑδαρεστέρας ὑακίνθου. Γίνεται δὲ περὶ τὸ τέρμα τοῦ ὄρους τοῦ καλουμένου Ταύρου. Εἰ δέ τις θελήσει κατ' ἀντικρὺ τοῦ ἡλίου τοῦτον ἀνακλάσαι, φαίνεται ὡς ὕελος κέγχρους ἔχων ἔνδοθεν διαυγεῖς. Ἄλλη δέ τις βήρυλλος ταῖς κόραις τῶν ὀφθαλμῶν τοῦ δράκοντός ἐστι παραπλησία. Ἔστι δὲ καὶ ἄλλη πάλιν ὁμοία κηρῷ· ἐφάνη δὲ αὕτη περὶ τὴν ἔξοδον τοῦ Εὐφράτου ποταμοῦ.

1.12 Λίθος τὸ ὀνύχιον. Οὗτος ὁ λίθος ξανθὴν πάνυ ἔχει τὴν χροιάν. Τέρπεσθαι δὲ τῷ λίθῳ τούτῳ φασὶ τὰς νύμφας τῶν βασιλέων ἢ καὶ πλουσίων ἀνδρῶν, αἵ τινες καὶ εἰς ἐκπώματα ἴδια ἀνατρεψάσασαι ἔχουσι τὸν λίθον τοῦτον. Εἰσὶ δὲ καὶ ἄλλοι ὀνυχίται ὁμωνύμως καλούμενοι, οἵ τινες κηρῷ τῷ μελιχρόῳ εἰσὶ παραπλήσιοι· τινὲς δέ φασιν αὐτοὺς ἐξ ὕδατος στακτοῦ πεπῆχθαι. Ὀνυχίτας δὲ αὐτοὺς λέγουσι φυσιολογικῶς, ἐπεὶ ὁ ὄνυξ τῶν ἀστείων ἀνδρῶν μαρμάρῳ ἐστὶ συνιδιαζόμενος σὺν τῇ τοῦ αἵματος ἰδέᾳ· ἄλλοι δέ που καὶ τὸν λίθον τὸν μαρμάρινον ἀπὸ τοῦ ∆οκιμίου ψευδωνύμως ὀνυχίτην καλοῦσι διὰ τὸ καθαρὸν τῆς λευκότητος.