1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

56

οὖν καὶ ἀγαθότητι ὁ Θεὸς καὶ τοῖς μεγάλα σφαλλομένοις τόπον μετανοίας δίδωσιν, ἵνα πάλιν ἀνάλη<μ>ψις τῆς ἀρετῆς γένηται. ιῃ, 16. Ἐξῆλθεν οὖν Κάιν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναῒν κατέναντι Ἐδέμ. Τὸ ἐξελθεῖν τὸν Κάιν ἀπὸ προσώπου τοῦ Θεοῦ οὐ τοπικῶς ἐκλαμβάνοντές φαμεν ὅτι πᾶς ἁμαρτάνων ἔξω Θεοῦ γίνεται, ἐπεὶ καὶ τὸ εἰσελθεῖν πρὸς τὸν Θεὸν οὕτω νοοῦμεν, λέγοντος τοῦ ψαλμοῦ· "6Εἰ[σ]έλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει"6· εἰσέρχεται δέ τις ἐνώπιον Θεοῦ τὰ ἔξω πάντα καταλιπών, ἁμαρτήματά τε καὶ τὰ αἰσθητὰ πράγματα, καὶ ἄλλος τοῦ κόσμου γινόμενος, ἵν' οὕτως τῆς περὶ Θεοῦ γνώσεως μέτοχος γένηται. Λέγεται οὖν ἐνταῦθα· "6Ἐξῆλθεν Κάιν ἀπ̣[ὸ] προσώ- που Θεοῦ"6, καὶ οὐ λέγομεν ὅτι τόπος τίς ἐστιν, ἐν ᾧ ὁ Θεὸς ὑπάρχει, ἐν ᾧ Κάιν ὑπάρχων ἐξῆλθεν· ἀπερίγραφ[ος] γὰρ ὁ Θεὸς καὶ τόποις οὐχ ὑποκείμενος, εἰ καὶ ναὸς ὕστερον γέγο[νεν], συμβολικῆς λατρείας ὑπάρχων διδα- σκαλία. Ἐξῆλθεν οὖ[ν] Κάιν, ἀνάξιον ἑαυτὸν καταστήσας τοῦ προσώπου τοῦ Θεοῦ, ἀνεννόητος λοιπὸν αὐτοῦ γεγενη- μένος. Περὶ τῶν τοιούτων εἴρηται· "6Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ"6, καὶ περὶ τῶν υἱῶν Ἠλὶ λέγεται· "6Υἱοὶ Ἠλὶ οὐκ εἰδότες τὸν Κύριον"6· καὶ γὰρ εἰ προσεκαρ- τέρουν τῷ ναῷ, ἀλλὰ τῇ διαθέσει καὶ τοῖς ἔργοις ἔξω ἐτύγχανον αὐτοῦ. Ὅτι δὲ Κάιν οὕτως ἐξῆλθεν, τὸ ἐπιφερόμενον παρί- στησιν· "6Καὶ ᾤκησεν"6 γάρ φησιν "6ἐν γῇ Ναῒν κατέναντι Ἐδέμ"6 "3Σάλος"3 γὰρ ἡ Ναῒν ἑρμηνεύεται· ποῦ γὰρ 136 ἔδει τὸν ἀποστάντα τῆς εἰρηνικῆς ἀρετῆς οἰκεῖν ἢ ἐν τῇ "3σάλῳ"3, ἀστάτῳ πράγματι καὶ ἀβεβαίῳ, ὅπερ ἐστὶν ἡ κακία; Εὖ δὲ καὶ τὸ κατέναντι· ἐναντία γὰρ τῇ ἀρετῇ ἡ κακία. Μεμνήμεθα τοίνυν ὡς, ὅτε διελαμβάνομεν περὶ τῆς ἐκβολῆς τοῦ Ἀδάμ, ἐσημειωσάμεθα ὅτι ἐκβέβληκεν αὐτὸν οὐκ ἀφ' ἑαυτοῦ ἐξελθόντα, ἀλλὰ ἔτι ἔχοντα ἔναυσμα πόθου τῆς διατριβῆς τοῦ παρ<α>δείσου τῆς τρυφῆς· διὸ καὶ κατέναντι τούτων αὐτὸν κατῴκισεν, οἷον αὐτὸς καὶ τὴν οἴκησιν οἰκονομήσας. Τοῖς γὰρ μὴ μεγάλα ἁμαρτάνουσιν, ἐπεὶ οὐ πόρρω ἡ ἀρετὴ ἐνυπάρχει, δίδοταί τις πρόφασις ταχεῖαν τὴν ὑποστροφὴν ὑποδεικνύουσα, πρὸς Θεοῦ διδο- μένη, ὅπερ ἐπὶ τοῦ Κάιν οὐκ εἴρηται. Οὔτε γὰρ κατῴκισται οὐδὲ ἐκβέβληται, προθύμῳ πόθῳ πρὸς τὸ κακὸν ἀπολι- σθήσας· διόπερ καὶ "3σάλον"3 οἰκεῖ, ἀδιαστάτως ταρατ- τόμενος, ἐπεὶ [τ]οῦτο ἐπόθησεν, τοῦ ἐναρέτου βεβαίου ὑπάρχοντος, διὰ [τὸ στ]άσιν ἔχειν ἰσχυράν, ὡς καὶ μετὰ Θεοῦ στῆναι δύνασθαι [κα]τὰ τὸ εἰρημένον· "6Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ"6, καὶ ὑπὸ τοῦ [Σ]ωτῆρος περὶ τῶν θανάτου μὴ γευομένων· "6Εἰσί τινες τῶν ὧδε ἑστηκότων"6, οἵτινες ἦσαν οἱ γνώριμοι αὐτοῦ. Ἀ[λ]λὰ καὶ Παῦλος προτρέπων μὴ περιφέρεσθαι παντὶ ἀνα[ξί]ῳ διδασκαλίας γράφει· "6Στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε"6· καὶ ὁ ψαλμῳδὸς δὲ εὐχαριστητικῶς φησιν· "6Ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου"6· περὶ δὲ τῶν φαύλων ὡς ἀεὶ ἐπιτριβομένων ἐν κακοῖς εἴρηται· "6Οὐ μὴ στῇ"6 ὁ σάλος τῶν ποδῶν αὐτῶν. Μέγα γὰρ ἁμάρτημα ἀεὶ ἐν τῷ κακῷ κινεῖσθαι, ὅπερ μὴ βουλόμενος ἐν τῇ Σιὼν εἶναί φησιν ὁ λόγος· "6Στῆσον σεαυτὴν Σιών"6· ὅπερ ἔχων ὁ μακάριος ∆αυίδ, ἵνα μὴ αὐτοῦ ἐκπέσῃ, ἔψαλλεν· "6Καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με"6, ὅ ἐστιν· πράξεις ἁμαρτωλοῦ, τοῦ διαβόλου, μὴ 137 ἀποστήσῃ με ἀπὸ ἀρετῆς. ιῃ, 17. Καὶ ἔγνω Κάιν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Ἑνώχ. Καὶ ἦν οἰκοδομῶν πόλιν, καὶ ἐπωνόμασεν τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἑνώχ. Ζητοῦσί τινες πόθεν ἔσχεν γυναῖκα ὁ Κάιν, οὐκ ὄντων ἄλλων ἢ τοῦ Ἀδὰμ καὶ τῆς Εὕας, ἐξ οὗ οἱ κακοῦργοι ἀδελφογαμίαν εἰσάγουσιν. Ἔδει δ' αὐτοὺς ἐννοεῖν ὡς οὐκ ἐκ τούτου ἀδελφογαμία εἰσάγεται. Εἰ μὲν γάρ, ἀλλῶν οὐσῶν, ἐκέχρητο τῇ ἀδελφῇ, πιθανὸς ἦν ὁ λόγος· εἰ δέ, μηδένος ὑπάρχοντος, πρὸς σύστασιν τῆς διαδοχῆς τοῦτο γέγονεν, ποῦ χώραν ἔχει ἀδελφογαμία, <οὐχ> οἵου τε ὄντος ἑτέρωθεν δέξασθαι πρὸς συζυγίαν; Φέρεται καὶ λόγος παρὰ τοῖς Στωϊκοῖς ζητούμενος ὡς, εἰ συμβαίη ἐκπύρωσιν γενέσθαι τοῦ