1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

19

σῶσαί με·» καὶ Ἀβραὰμ πρὸς Σάῤῥαν τὴν ἑαυτοῦ σύμβιον· «Ἐγένετό μοι καὶ εἰς γυναῖκα·» καὶ ὁ Παῦλος· «Γινέσθω ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης.» Ἀκολούθως τούτῳ ἐκλαμβάνεται καὶ, «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.» Οὐ γὰρ περί του τοιῶσδε λόγῳ φάναι, ἢ τοιῶσδε, τὴν οὐσίαν αὐτοῦ δηλοῖ. ∆ιὸ οὐχ ἁπλῶς τὸ, «κατεστάθην,» ἀλλ', «ἐπὶ τὸ ὄρος Σιὼν,» εἶπεν· ὑπάρχων γὰρ πάντων ἐξ ἀπείρου καὶ ἐπ' ἄπειρον βασιλεὺς φησὶ γάρ· «Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι·» καὶ, «Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων», ἐδόκει πως μήπω μὲν βασιλεύειν τῶν μὴ γινωσκόντων αὐτὸν, γεγενῆσθαι δὲ καὶ ἐπὶ αὐτοὺς βασιλεὺς ἐν τῇ ἐνανθρωπήσει, δι' ἣν αὐτός τε ∆αυῒδ ἐξῄτει ἐν θʹ ψαλμῷ· «Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς· γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν·» Μιχαίας τε προεφήτευσεν· «Καὶ ὁ Κύριος βασιλεύει ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.» ∆ιεσάφησαν δὲ περὶ τούτου καὶ οἱ ἔξω τοιάδε· Οὔνομα γὰρ βασιλεὺς Θεὸς ἄμβροτος οὔποτε λῆγον, Οὔποτ' ἀποφθινύθον, οὐδ' ἀποπαυόμενον. Ὁμοιότροπον τούτῳ ἐστὶ καὶ τὸ, «∆έξασθε τὸν ἀρχιερέα τῆς ὁμολογίας ὑμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.» Πάλιν γὰρ τὸν ἐξ ἡμῶν σύμμορφον γενόμενον ἡμῖν λέγει, καὶ προτρέπει δέξασθαι αὐτὸν, 39.848 Θεὸν μὲν καὶ Υἱὸν τοῦ Θεοῦ ἀληθινὸν ἀνάρχως ὄντα, τότε δὲ δι' ἡμᾶς ἀρχιερέα πεποιημένον, ἐπειδὴ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, ἀποδραμὼν αὐτοῦ τῆς ἀκτίστου θεότητος. Ἑπομένως θεωρεῖται καὶ ἡ πρὸς Κορινθίους Παύλου φωνή· «Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ὑμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις· ἵνα, καθὼς γέγραπται, Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω. Κατὰ γὰρ Θεὸν, φασὶ, καὶ ἀγαθοὶ καὶ σοφοί εἰσιν ἄνθρωποι·» καὶ τὰ ἐναντία τούτων· Τὰ γὰρ περισσὰ κἀνόνητα σώματα Πίπτει βαρείαις πρὸς Θεοῦ δυσπραξίαις. Ὃν τρόπον γὰρ τεθεὶς φῶς εἶναι ἐθνῶν, οὐκ οὐσιωδῶς ἐγένετο τότε φῶς, ἀλλ' ᾧ φωτίζονται οἱ ἐπιγινώσκοντες αὐτὸν «Ἦν» γὰρ, φησὶν, «τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον»· οὕτω καὶ «βασιλεὺς κατεστάθη,» καὶ «Κύριος ἐγένετο,» φύσει καὶ ἀνάρχως ὢν Κύριος, ὅτε οἱ μαθηταὶ, ὡς γέγραπται, δοῦλοι αὐτοῦ γεγόνασιν· ὅτε ὁ Ἀπόστολος ἐπέστελλεν· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ·» ὅτε καὶ πάντες, τὴν κυριότητα αὐτοῦ καὶ χριστότητα ἐπιγνόντες, Χριστιανοὶ ἐπεκλήθημεν, ὡς δοῦλοι τοῦ δεσποτικοῦ ὀνόματος μετασχόντες· καθὰ λέγει ἐν Ἡσαΐᾳ· «Τοῖς δὲ δουλεύουσίν μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.» Κατ' ἐμὲ δὲ ἰδικώτερον τὸ τῶν ὀρθοδόξων ἡμῶν γένος προφητεύει, περὶ οὗ ὁ αὐτὸς εἶπεν· «Οὗτοί εἰσιν σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ·» καὶ, «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.» Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τοῖς Ἄσμασι κείμενον· «Ἐκλελοχισμένος ἀπὸ μυριάδων·» τοῦτ' ἔστιν, ἐκλελεγμένος, οὐχ ὡς ἐκ πολλῶν υἱῶν μόνος, ἀλλ' ἐπειδὴ ∆αυῒδ, ἤτοι ἡ Θεοτόκος, ἐξ ἧς τὸ κατὰ σάρκα Χριστὸς ἐκ πάντων εἰς τὴν οἰκονομίαν ἐπελέγη· καὶ εἰκότως καὶ ἐν αὐτῷ εὐδόκησε, καὶ λέγει· «Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;» ἢ καὶ ἐπίλεκτος, ὡς Μονογενὴς, ἐκ πάντων, ἐν τῇ ἐνανθρωπήσει ἀναμάρτητος.

39.849 ΚΕΦ. Ζʹ. Ἐκ βλασφημίας εἰς βλασφημίαν ἰόντες, προΐσχονται εὐθὺς

μετὰ τὰ προκείμενα τὸ παρὰ Παύλου θεολογικῶς εἰρημένον· «Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν·» κατὰ τὸ σφίσι δοκοῦν ἑρμηνεύοντες συλλογιστικῶς· ὅτι ἡ τοιάδε θέσις δηλοῖ δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ ἐκτίσθαι αὐτόν. Καὶ ἡ φράσις δὲ, καὶ ἡ διάνοια τὴν ἐνανθρώπησιν αὐτοῦ ὑποδείκνυσιν, Ἐν αὐτῇ γὰρ, φησὶ, Χριστὸς ὠνομάσθη, καθ' ὁμοιότητα τῶν πρὸ αὐτοῦ κληθέντων χριστῶν. Εἰ δὲ καὶ εἰς τὴν θεότητα αὐτοῦ δεκτέον τὸ ῥητὸν, αὐτόθεν τὸ ἀκραιφνὲς τῆς πρὸς τὸν Πατέρα αὐτοῦ