1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

4

χαλινὸν ἐπιτιθεὶς τοῦ ἤθους τὸ μέ τριον, καὶ τοῖς λυπηροῖς εἴκειν οὐκ ἀνεχόμενος, οἷα καὶ φρουρούμενος ἄνωθεν. Οἶδε γὰρ φιλοσοφία πρὸς ἑκατέραν μεταβολὴν σωφρονεῖν· ὅθεν οὔτε ταῖς πο λυτελείαις ἐξύβρισε [ἴσ. ἐξυβίζει] (πλουτεῖ γὰρ φι λοσοφίαν), οὔτε καταβαπτίζεται ταῖς συμφοραῖς (ἀσκεῖ γὰρ τὴν καρτερίαν), καὶ γίνεται αὐτῷ σωτη ρίας ὁδὸς ἡ τοῦ βασκάνου πεῖρα. Ἔλαθε γὰρ ἑαυτὸν ὁ πολέμιος, ἐκεῖθεν ὁδοποιῶν αὐτῷ πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν, ὅθεν ἑλεῖν αὐτὸν προσεδόκησε· διὰ τοῦ το καὶ σύνοικος ἐπιβουλεύουσα διελέγχεται, καὶ παί δων πανολεθρία τὴν εὐσέβειαν οὐ λυμαίνεται, καὶ πῦρ ῥέον ἀπ' οὐρανοῦ τὴν διάνοιαν οὐ παρακρούεται, σωζομένην ὑπὸ Θεοῦ· καὶ αἱ συνεχεῖς τῶν κακῶν ἀγγελίαι, καὶ αἱ πανταχόθεν οἰμωγαὶ τὴν καρτερίαν οὐ σαλεύουσι. Πᾶς γὰρ Θεῷ προσομιλῶν, μικρὰ φροντίζει τῶν κάτω καὶ φθειρομένων. Τοσούτῳ δὲ μᾶλλον οἰκειοῦται τοῖς ἄνω καὶ μένουσιν, ὅσῳ καὶ τῶν παρόντων ἐλαύνεται. Τὸ γὰρ τῆς πονηρίας πνεῦ μα, καὶ ἡ τοῦ κλύδωνος ἐπανάστασις, δικαίαν οὐκ οἶδε καταβλάπτειν [ἴσ. καταβάπτειν] ψυχήν· ἐφρού ρει γὰρ αὐτὴν ὁ Θεὸς, μετρήσας τὴν συμφοράν· τὰ μὲν ὅσα περὶ αὐτὴν, τῷ πειράζοντι συγχωρήσας, εἰς ἔλεγχον σώφρονος λογισμοῦ, τὸν δὲ νοῦν ἀπαθῆ φυλά ξας, ᾧ καὶ πολεμεῖν ἔμελλεν, ᾧ καὶ παραταξάμε νος, τῶν τοσούτων τροπαίων ἐκράτησεν. Στ. ιηʹ, ιθʹ. Ἔτι τούτου λαλοῦντος, ἄλλος ἄγ γελος ἔρχεται, λέγων τῷ Ἰὼβ, Τῶν υἱῶν σου, κ. τ. λ. ∆ιδύμου. Οὐ μάτην πρόσκειται τὸ, Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων ἐσθιόντων καὶ πινόντων, ἀλλὰ πρὸς ἐπίτασιν ἀνοίας, καὶ τοῦτο τοῦ διαβόλου πρα γματευομένου, ἵνα ἡ τῶν γεγενημένων ἐπαγγελία βαρεῖα γενομένη, λύπην ὑπερβάλλουσαν τῷ ἁγίῳ ἐμ ποιήσῃ. Κοιμωμένων γὰρ τῶν τέκνων εἰ συνέβη, τὸ τῆς πτώσεως ἀνεπαίσθητον λογιζόμενος, οὐχ οὕτως ἠνιᾶτο· πρόσκειται δὲ τὸ, ἐξαίφνης, ἐμφαντικὰ τοῦ μὴ δύνασθαί τινα διαδρᾶναι, οὕτω συμβάντος τὰ πράγματος.

39.1129 ΚΕΦ. Βʹ, στ. ςʹ. Εἶπε δὲ ὁ Κύριος τῷ διαβόλῳ· Ἰδού, παραδίδωμί σοι

αὐτόν· μόνον τὴν ψυχὴ αὐτοῦ διαφύλαξον (ὁ δὲ Θεοδοτίων, τῆς ψυχῆς αὐτοῦ οὐχ ἅψῃ). ∆ιδύμου. Καὶ τοῦτο πρὸς ἡμετέραν ὠφέλειαν, ἵνα χαρακτὴρ καὶ τύπος ἀνδρείας, καθάπερ ἐν στηλο γραφίᾳ, ὁ Ἰὼβ τεθεὶς, σκοπὸς τῆς τοιαύτης ἀρετῆς, καὶ τοῖς τότε, καὶ τοῖς μεταγενεστέροις, ὑπάρξῃ· ὃ καὶ γέγονεν. Αὐτοῦ γὰρ ἔστιν ἀκοῦσαι τοῦ ἀθλητοῦ καὶ ἀγωνιστοῦ λέγοντος· Οἶδα ἐγὼ, ὅτι δίκαιος ἀναφανοῦμαι. Παραδιδοὺς δὲ ὁ Κύριός φησι, Μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. Ὅπερ νοηθείη οὕ τως· Παρακοπὰς πολλάκις, καὶ τοῦ ἡγεμονικοῦ δια στροφὰς ἔν τισιν ὁρῶμεν γινομένας, δι' οὓς οἶδε λό γους ὁ τὰ κρυπτὰ γινώσκων Θεός. Ἐπεὶ οὖν εἰς πα ραφροσύνην τὸν δίκαιον ἀγαγεῖν ἔσπευδεν ὁ διάβο λος, καὶ ἔκστασιν φρενῶν, ἵνα καὶ ἄκοντα αὐτὸν τοῖς τῆς βλασφημίας περιβάλῃ ῥήμασιν, Ἰδοὺ, φησὶ, πα ραδίδωμί σοι ὃν ἐξῃτήσω, ἵνα κἀκεῖνος πλεῖον εὐδο κιμήσῃ, καὶ σὺ αἰσχυνθείς [ἴσ. αἰσχυνθῇς]· πλὴν μὴ κάρον αὐτῷ καὶ διαστροφὴν ἐργάσω τοῦ ἡγεμονικοῦ. Τοῦτο γὰρ οὐκ ἐφεῖταί σοι, ἵν' ἐῤῥωμένῳ τῷ λογι σμῷ τὴν ἐν τοῖς πάθεσιν ἐνδείξηται ἀνδρείαν, ἀλλὰ σαρκῶν ἅπτου, καὶ ὀστέων, ὡς ἐξῃτήσω. Στ. θʹ. Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις, λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν, προσ δεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; ∆ιδύμου. Ἀτονήσας ἐκ τῶν τοσούτων προσβολῶν ὁ διάβολος, καὶ οὐκ ἔχων ὅ τι ποιήσει λοιπὸν, ἐπὶ τὴν τῆς ἀρχαίας ἐπιβουλῆς ἔρχεται μνήμην, καὶ τοῦ γυ ναίου διάνοιαν ὑποσύρας, δι' ἐκείνης σαλεύειν ἐπει ρᾶτο τὸν ἀθλητήν· καὶ τρίτον αὐτῷ πλέκει πάλαι σμα, τὴν αὐτῆς ὁμιλίαν, ἴσως διὰ ταύτης τὸν Ἰὼβ, ὡς καὶ διὰ τῆς Εὔας τὸν Ἀδὰμ, ἀπατήσειε. Χρόνου γὰρ πολλοῦ προβεβηκότος, ὡς οὐδὲ αὐτὸς δεδύνηται