Thesaurus de sancta et consubstantiali trinitate SANCTUS CYRILLUS ALEXANDRINUS. Ex Thesauro de sancta et

 41Scholium. Καλῶς ὁ μέγας ἔφησε Κύριλλος, ἀποδίδοσθαι Θεῷ τὰ Θεῷ χρεωστούμενα· δῆλον γὰρ ὅτι τὸ ἄρχειν καὶ βασιλεύειν καὶ ἡγημονεύειν τοῦ ἰδίου νοῦ, ὡ

41Scholium. Καλῶς ὁ μέγας ἔφησε Κύριλλος, ἀποδίδοσθαι Θεῷ τὰ Θεῷ χρεωστούμενα· δῆλον γὰρ ὅτι τὸ ἄρχειν καὶ βασιλεύειν καὶ ἡγημονεύειν τοῦ ἰδίου νοῦ, ὡς ὁ μέγας ἔφησεν Ἀθανάσιος. Καὶ μὴν καὶ τὸ ἄγειν δι' αὐτοῦ τὴν σάρκα καὶ τὰς σαρκικὰς κινήσεις θεϊκῶς ἅμα καὶ ἀναμαρτήτως, κατὰ τὸν θαυματουργὸν Γρηγόριον, ἀλλὰ καὶ τῇ σαρκὶ, φησὶ, τὰ αὐτῇ πρέποντα.

Πρέπει δὲ τῇ σαρκὶ τοῦ Λόγου, καθὼς ὁ μέγας ἡρμήνευσεν Εὐστάθιος, ὁ γενόμενος ἐπίσκοπος Κυρυκοῦ, τὸ ἄγεσθαι καὶ ἐν πασὶν οἷς πέφυκε κινεῖσθαι τῷ πνεύματι καὶ τῇ βουλῇ καὶ τῇ δυνάμει καὶ ἐξουσίᾳ τῆς ἰδίας ὑποστάσεως, ταύτην δὲ εἰπεῖν τοῦ Λόγου, καὶ μηδὲν ἐξ οἰκείας ὁρμῆς καὶ καθ' ἑαυτὴν ἐνεργεῖν, ὅτι μηδὲ ὑφέστηκε καθ' ἑαυτὴν ὅλως τὸ σύνολον.