In parabolam vineae ΟΜΙΛΙΑ ΙΖʹ. ΕΙΣ ΤΗΝ ΠΑΡΑΒΟΛΗΝ ΤΟΥ ΑΜΠΕΛΩΝΟΣ.

 καὶ σοὶ, μὴ νομίσῃς προσωποληψίαν εἶναι, μηδὲ κατὰ χάριν δίδοσθαι τὸν μισθὸν, ἀλλ' οὕτω νόει· ἐπειδὴ οἵως ἂν ποιήσωμεν, οἵως ἂν ἐργασώμεθα, ἄξιον οὐδὲ

καὶ σοὶ, μὴ νομίσῃς προσωποληψίαν εἶναι, μηδὲ κατὰ χάριν δίδοσθαι τὸν μισθὸν, ἀλλ' οὕτω νόει· ἐπειδὴ οἵως ἂν ποιήσωμεν, οἵως ἂν ἐργασώμεθα, ἄξιον οὐδὲν ποιοῦμεν· πᾶσα γὰρ δικαιοσύνη ἀνθρώπου ὡς ῥακὸς ἀποκαθημένης· χάριν τὸ ὅλον ὠνόμασεν, ὡς λέγει Παῦλος, ∆ικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, καὶ οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται· Θεοῦ τὸ δῶρον, οὐχ ὅτι οὐκ ἐργαζόμεθα, ἀλλ' ὅτι κατ' ἀξίαν οὐδὲν ποιοῦμεν· Ὅτ' ἂν γὰρ, φησὶ, ποιήσητε ταῦτα πάντα, εἴπατε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλαμεν ποιῆσαι, πεποιήκαμεν. Ἀμέλει γοῦν ἄρτον τῷ πένητι παρέχεις, καὶ βασιλείαν οὐρανῶν κληρονομεῖς, ὁρᾷς τὸ, θέλω χαρίσασθαι. Τὸ δὲ, Ἢ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;

Μὴ εἶπεν, ὅτι πονηροὶ οἱ ἅγιοι, ἀλλὰ μή τι πονηροί ἐστε, ὅτι ἐγὼ ἀγαθός εἰμι; Ἀληθῶς γὰρ ἀγαθὸς ἐξ ἀγαθοῦ· οὐ κατὰ τὸ ἔργον καὶ ὁ μισθός· ὀλίγον γὰρ τὸ ἔργον, πολὺς δὲ ὁ μισθός. Ποτήριον ὕδατος ἐπότισας διψῶντα, καὶ ἀπολαμβάνεις ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς οὐκ ἤκουσεν· ὁρᾷς ὅτι ἀγαθός ἐστιν· τὸ δὲ ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων, ἐπειδὴ ἔσονται οἱ πρῶτοι ἔσχατοι· καὶ Καλέσω τὸν λαόν μου, λαόν μου. Καὶ πάλιν, Ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾦ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.