Fragmenta homiliae quod unus est Christus Ἐκ τοῦ αὐτοῦ λόγου ὅτι εἷς ὁ Χριστός.

 τοῦ Θεοῦ γέγονεν ὑπὸ νόμον; εἶτα τί τὸ λυποῦν εἰπέ μοι κἂν εἰ τοῦτο λέγοιτο παθεῖν; εἰ γὰρ πιστεύομεν ὅτι γέγονε σὰρξ τουτέστιν ἄνθρωπος ὁ καθ' ἡμᾶς γ

τοῦ Θεοῦ γέγονεν ὑπὸ νόμον; εἶτα τί τὸ λυποῦν εἰπέ μοι κἂν εἰ τοῦτο λέγοιτο παθεῖν; εἰ γὰρ πιστεύομεν ὅτι γέγονε σὰρξ τουτέστιν ἄνθρωπος ὁ καθ' ἡμᾶς γενέσθαι καταξιώσας, διατί μὴ μεθ' ἡμῶν καὶ ὑπὸ νόμον γενέσθαι λέγοιτο; ὥσπερ γὰρ εἰ καὶ γέγονε καθ' ἡμᾶς, οὐκ ἀπέστη τοῦ εἶναι ὑπὲρ ἡμᾶς· καὶ εἰ κτίσεως κεχρημάτικε μέρος διὰ τὸ ἀνθρώπινον, ἔχει καὶ οὕτω τὸ ὑπὲρ πᾶσαν εἶναι τὴν κτίσιν. καὶ ὥσπερ μορφὴν δούλου λαβὼν οὐδὲν ἧττόν ἐστι ∆εσπότης, ὡμολόγηται δὲ καὶ ὑπάρχειν τῶν ὅλων Κύριος· οὕτω κἂν εἰ λέγοιτο γενέσθαι τυχὸν ὑπὸ νόμον ὡς ἄνθρωπος, οὐκ ἀπέστη τοῦ εἶναι ὑπὲρ νόμον ὡς Θεός. τί γὰρ, εἰπέ μοι, φορτικώτερον τοῦ, γέγραπται περὶ αὐτοῦ ὅτι γέγονεν "ὑπὲρ "ἡμῶν κατάρα," καὶ πάλιν "Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ "ἡμῶν ἁμαρτίαν ἐποίησεν," ἀλλ' οὔτε κατάρα ἐστὶν ὁ τὴν 458 ἐφ' ἡμᾶς κατάραν ἄπρακτον ἀποφήνας, οὔτε μὴν ἁμαρτία κατὰ τὸ ἀληθὲς ὁ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀπαλείψας καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἁπάντας ἐλευθερῶν. τί οὖν ἄρα φορτικώτερον τὸ χρηματίσαι κατάραν καὶ ἁμαρτίαν ἢ τὸ μεθ' ἡμῶν καὶ ὑπὸ νόμον γενέσθαι κατὰ τὸ ἀνθρώπινον; οἰκειοῦται τοίνυν ἅπαντα τὰ τῇ ἀνθρωπότητι πρέποντα διά γε τὸ μεθ' ἡμῶν γενέσθαι κατὰ σάρκα. πότε τοίνυν γέγονεν ὑπὸ νόμον, ὁ μακάριος Λουκᾶς ὁ εὐαγγελιστὴς ἐξηγήσεται λέγων "Οτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν "κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα "παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου "ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, καὶ τὸ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ "Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν." ἀκούεις ὅπως εἰς ὄψιν ἄγεται τοῦ Πατρὸς ὡς ἄνθρωπος καθ' ἡμᾶς ὁ σύνεδρος αὐτῷ Θεὸς Λόγος ὁ καὶ διὰ τῆς τοῦ νόμου σκιᾶς ἐν τοῖς πρωτοτόκοις γραφόμενος; ἅγια γὰρ καὶ ἱερὰ τῷ Θεῷ καὶ τὰ πρὸ τῆς ἐνανθρωπήσεως πρωτότοκα. ἔθυον οὖν ὑπὲρ αὐτοῦ κατὰ τὸν νόμον· συνετέλεσε δὲ καὶ τοῖς δασμολογοῦσι τὸ δίδραχμον καίτοι συντελέσαι μὴ ὀφείλων αὐτὸς διά τοι τὸ εἶναι κατὰ ἀλήθειαν Υἱός. καὶ γοῦν ἔφη πρὸς τὸν μακάριον Πέτρον "Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων "λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ "τῶν ἀλλοτρίων;" εἴποντος δὲ Πέτρου καὶ μάλα ὀρθῶς " ̓Απὸ τῶν ἀλλοτρίων" ἔφη πάλιν αὐτός "Αρα ἐλεύθεροί "εἰσιν οἱ υἱοί."