Fragmenta de translatione reliquiarum martyrum Cyri et Joannis ORATIUNCULAE TRES IN TRANSLATIONE RELIQUIARUM SS.

 ἀδελφούς· οἶδεν γὰρ ὅτι ταῦτα καταπεφρονηκότες μεγάλην εὑρίσκουσιν καὶ λαμπρὰν τὴν ἀντιμισθίαν· ἵνα δὲ καί τι πρὸς τούτοις ἕτερον εἴπω, γνωρίζων ὅσην

ἀδελφούς· οἶδεν γὰρ ὅτι ταῦτα καταπεφρονηκότες μεγάλην εὑρίσκουσιν καὶ λαμπρὰν τὴν ἀντιμισθίαν· ἵνα δὲ καί τι πρὸς τούτοις ἕτερον εἴπω, γνωρίζων ὅσην ἕσχεν εἰς ἡμᾶς ἀγάπησιν, οὐδὲ αὐτὸς τὰ καθ' ἑαυτὸν κρείττονα τῶν ἡμετέρων ἐποιήσατο πραγμάτων· οὐ προτετίμηκεν τὰ καθ' ἑαυτὸν τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς. Θεὸς ὢν, δι' ἡμᾶς γέγονεν ἄνθρωπος καὶ ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας· ἀλλ' οἱ συμπάσχοντες καὶ συμβασιλεύσουσιν· οἱ συνατιμασθέντες, πάντως καὶ συνδοξασθήσονται. Οὕτως εὐδοκιμῆσαι πιστεύομεν καὶ τοὺς ἁγίους μάρτυρας Κῦρον καὶ Ἰωάννην· πρόθυμοι γὰρ εἰσῆλθον εἰς τοὺς ὑπὲρ τῆς εἰς Χριστὸν εὐσεβείας ἀγῶνας. Καὶ τὸ πάντων αὐτοῖς δεινότατον ἐπιπηδᾷ θηρίον, φημὶ δὲ ὁ θάνατος· ἀλλ' ἐμέμνηντο τοῦ ἰδίου ∆εσπότου λέγοντος· Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής. Πεπληρώκασιν τὴν ἐντολὴν, ἔλαβον καὶ αὐτοὶ τὸν σταυρὸν, ἠκολούθησαν τῷ ἰδίῳ ∆εσπότῃ.

Ἤγοντο δὲ οὐ μόνοι πρὸς τοὺς ἀγῶνας, ἀλλ' ἦν καὶ χορὸς ἁγίων παρθένων· καὶ γυναῖκες μὲν ἦσαν, ἄθραυστοι δὲ τὴν διάνοιαν· τετελείωται τοίνυν σὺν 77.1105 αὐταῖς καὶ ἡ καλὴ τούτων τῶν ἀθλητῶν δυάς· καὶ μισθὸν ἔχουσι τῆς εἰς Χριστὸν ἀγάπης, τοῦ πατῆσαι τὸν Σατανᾶν καὶ ἐλαύνειν τὰ πονηρὰ δαιμόνια· ἡκέτωσαν τοίνυν οἱ πάλαι πλανώμενοι· ἐρχέσθωσαν εἰς ἀληθινὸν καὶ ἀκαπήλευτον ἰατρεῖον· οὐδεὶς γὰρ ἡμῖν ὀνείρατα πλάττεται· οὐδεὶς λέγει τοῖς ἐρχομένοις· Εἴρηκεν ἡ Κυρά· Ποίησον τὸ καὶ τό· ὅλως Κυρὰ καὶ Θεὸς εἶναι δυνατὸς, καὶ προσκυνεῖσθαι θέλει; Ἐν τοῖς δαίμοσιν οὐκ ἔστιν οὐδὲν ἄῤῥεν οὐδὲ θῆλυ. Καὶ βλέπετε ποίαν ἔχουσιν προαίρεσιν· ὀνόμασιν γυναικῶν καλεῖσθαι βούλονται πατήσαντες τοίνυν τὰ γραώδη μυθάρια καὶ τὰ πάλαι τῶν γοήτων ἐμπαίγματα, ἐρχέσθωσαν ἐπὶ τοὺς ἀληθινοὺς καὶ ἄνωθεν ἰατρούς· οἷς ὁ πάντα ἰσχύων Θεὸς, τοῦ θεραπεύειν δύνασθαι τὴν ἐξουσίαν ἐχαρίσατο λέγων· Ἀσθενοῦντας θεραπεύετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Πάσης τοίνυν θεραπείας τῆς παρὰ τοῦ Σωτῆρος ἀπολαύσαντες, ὑμνολογοῦσιν τὸν ἑαυτῶν ∆εσπότην, ἵνα καὶ βασιλείας οὐρανῶν καταξιωθῶσιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ τῷ Θεῷ καὶ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.