ἀπαλλαγῇς αὐτοῦ· εἰ δὲ μὴ τοῦτο γένοιτο, παραδώσει σε τῷ κριτῇ. Εἶτα, ὅταν ἔνοχος τοῖς ὀφλήμασιν εὑρεθῇς, παρα δοθήσῃ τῷ πράκτορι, τουτέστι τοῖς ἀπαιτηταῖς· κἀκεῖνοί σε κατακλείσαντες, ἀπαιτήσουσι καὶ τὸ ἔσχατον λεπτόν. Οὐκοῦν ἔνοχοι μὲν πλημμελήμασί ἐσμεν ἅπαντες οἱ ὄντες ἐπὶ τῆς γῆς. Ἑκάστου γε μὴν ἀντίδικος καὶ κατήγορος, ὁ Σατανᾶς· ἐχθρὸς γάρ ἐστι καὶ ἐκδικητής. Ἕως τοίνυν ἐσμὲν ἐν τῇ ὁδῷ, τουτέστιν ἕως οὔπω πρὸς τὸ τῆς ἐνθάδε ζωῆς κατ ηντήσαμεν τέλος, ἀπαλλαγῶμεν αὐτοῦ· λύσωμεν τὰς καθ' ἑαυτῶν αἰτίας· τὴν διὰ Χριστοῦ χάριν ἁρπά σωμεν, ἐλευθεροῦσαν ἡμᾶς παντὸς ὀφλήματος, καὶ δίκης ἔξω τιθεῖσαν, κολάσεώς τε καὶ φόβου. Μὴ ἄρα πως ἀναπόνιπτον ἐσχηκότες τὸν μολυσμὸν, ἀπενε χθῶμεν πρὸς τὸν κριτὴν, καὶ παραδοθῶμεν τοῖς πράκτορσιν, ἤτοι τοῖς κολασταῖς, ὧν οὐκ ἄν τις δια φύγοι τὸ ἀπηνὲς, ἀπαιτηθήσεται δὲ μᾶλλον τὰς ἐπὶ παντὶ πλημμελήματι δίκας μικρῷ καὶ μεγάλῳ. Τού των ἔσονται μακρὰν οἱ τὸν τῆς Χριστοῦ παρουσίας καιρὸν δοκιμάζοντες, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον οὐκ ἠγνοηκότες.
ΚΕΦΑΛ. ΙΓʹ.
Ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, κ.τ.λ.9 (A f. 188, E f.156, δ φ. 53) Ἐοίκασιν οἱ Γαλι 72.761 λαῖοι κατὰ τοὺς χρόνους Πιλάτου ἐστασιακέναι, δό γμασιν ἑπόμενοι Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ ὁ Λου κᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἐμνήσθη. Ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ Ἰώσηπος ἐν τοῖς τελευταίοις τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντασίαν ἐξαποστέλλον πολλὴν δι' εὐσέβειαν εὐτονίας. Κύριον γὰρ μηδὲ μέχρι στόματος ἔφασκε δεῖν τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ φιλοφροσύνην· οὕτω δὲ μηδὲ τὸν βασιλεύοντα· καὶ πολλοί γε αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον, χαλεπωτάτας αἰκίας ὑπέμειναν. Οἳ καὶ ἐδίδασκον μὴ δεῖν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωϋσέως νόμῳ θυσίας, ἑτέρας ἀναφέρεσθαι τῷ Θεῷ· διόπερ ἐκώλυον τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίνεσθαι περὶ τῆς σωτηρίας τοῦ βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους. Εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον, κελεῦσαι παρ' αὐταῖς αἷς ἐδόκουν κατὰ τὸν νόμον προσφέρειν θυσίαις, αὐτοὺς ἀναιρεθῆναι. Ὡς τότε ἀναμιχθῆναι ταῖς προσφερο μέναις θυσίαις τὸ αἷμα τῶν προσαγόντων. Ταῦτα οὖν ἐπείπερ ἐδόκει ὑπὲρ εὐσεβείας γίνεσθαι, ἀπήγ γελλον τῷ Σωτῆρι, βουλόμενοι τὸ ἐπὶ τούτοις ἀρέ σκον αὐτῷ μαθεῖν. Ὁ δὲ, οἰομένων τῶν ἐκ τοῦ λαοῦ δικαιότατα κατὰ τὰς ἁμαρτίας αὐτῶν πεπονθέναι ταῦτα, ἀναιρεθέντας, ἅτε στάσιν κινήσαντας τῷ λαῷ, καὶ ἐπὶ τὸ μισεῖν ἐρεθίσαντας ἄρχοντας κατὰ τῶν ὑπηκόων, τὸ μὲν εἶναι αὐτοὺς ἁμαρτωλοὺς, τίθησιν· οὐ μήν φησι ταῦτα αὐτοὺς πεπονθέναι, ὡς τῶν μὴ πεπονθότων χείρονας. Εἶτ' ἐπὶ τούτοις φησὶν, ὅσον ἐπὶ τῷ ῥητῷ ἀποτρέπων τῆς ἐμφυλίου στάσεως, προφάσει εὐσεβείας ἀναπτομένης, τοὺς ὑπὲρ τοῦ λαοῦ, τὸ, Ἐὰν μὴ μετανοήσετε, τουτέστιν, Ἐὰν μὴ μεταβάλησθε τοῦ στασιάζειν καὶ ἀνθίστασθαι τοῖς ἄρχουσιν, ὅπερ οὐ κατὰ βούλημα ποιεῖτε Θεοῦ, πάν τες ὁμοίως ἀπολεῖσθε, καὶ τὸ ὑμέτερον αἷμα ταῖς ὑμετέραις θυσίαις ἀναμιχθήσεται. Εἶτα τὸ τοῦ πύρ γου ὑπόδειγμα τοῦ ἐν τῷ Σιλουὰμ ἐπάγει, διὰ τού του πάσης τῆς πόλεως τὴν πτῶσιν δηλῶν. Ὡς ἐκ τῆς προφάσεως γὰρ τῶν δεκαοκτὼ, ἐφ' οὓς ὁ πύργος ἔπεσεν, αἰνίττεται ὅτι τὸ μέρος προοίμιόν ἐστι πά σης τῆς πόλεως· οὐ γὰρ δὴ, φησὶν, οἱ ιηʹ ὡς ὑπαίτιοι ὄντες ἀπώλοντο μόνοι, ἀλλὰ καὶ πᾶσα ἡ πόλις τὰ αὐτὰ πείσεται μικρὸν ὕστερον. 9Εἶπε δὲ πρὸς τὸν ἀμπελουργὸν, κ.τ.λ.9 Καὶ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν, κ.τ.λ.