Collectio dictorum veteris testamenti

 ἀναγκάζεται καταβαίνειν εἰς τὴν ἀλλοτρίαν ἕξιν· εἴ τινα δὲ συμπερινοστοῦσαν αὐτῷ ἀγαθὴν σύνεσιν ἴδοιεν οἱ δαίμονες, σπεύδουσιν ὑπαγαγεῖν αὐτὴν τοῖς σπ

 διαδιδράσκοντες. Ἡ μὲν δάμαλις πρώτη ληφθεῖσα τὴν πρώτην ἐσήμαινε γενεάν. Ὥσπερ γὰρ ἡ δάμαλις, ἀποδυσπετεῖ πρὸς τὸν ζυγὸν, οὕτω καὶ ἡ τοῦ κατελθόντος

 τὸν ποταμὸν, πᾶν δὲ θῆλυ ζωογονεῖν. Καὶ ὁ διάβολος γὰρ ὁ νοητὸς Φαραὼ κατὰ τοῦ νοητοῦ Ἰσραὴλ, τὸν εὐσεβῆ λέγω λαὸν, τριπλοῦν τρόπον ἐπιβουλῆς ἐνόησε,

 διερμηνεύει ἃ πνευματικῶς καὶ ἀσυμφανῶς ἐκεῖνος λαλεῖ, καὶ τὸ ἰσχνόφωνον αὐτοῦ πρὸς τὸ εὐηχέστερον μετατίθησιν. Οὐκ ἦλθον γὰρ, φησὶ, καταλῦσαι τὸν νόμ

 τὸ κατὰ Χριστὸν Εὐαγγέλιον, υἱὸν ἔσχε τὸ πλῆθος τῶν διὰ τοῦ ἁγίου Πνεύματος ἀναγεννωμένων αὐτῇ· ὃν καὶ περιέτεμε πετρίνῃ μαχαίρᾳ, περιελοῦσα πᾶσαν φιλ

 καὶ εὐσύνοπτον τὸ περὶ Χριστοῦ μυστήριον. Οὐκ εὐθὺς δὲ πρὸς τοῦτο τοὺς Ἰουδαίους ὁ Θεὸς ἤγαγε, διὰ δὲ τοῦ μακροῦ νόμου καὶ τῶν πολλῶν αἰνιγμάτων, ὡς δ

 Μωσῆς Ἰησοῦ τοῦ Ναυῆ ἐπιλέξασθαι ἄνδρας δυνατοὺς καὶ ἐξελθεῖν καὶ παρατά 77.1196 ξασθαι Ἀμαλὴκ, ὑπεσήμαινεν ὅτι Ἰησοῦς ὁ Χριστὸς ὑποταγήσεται ταῖς ἐντ

 τοῦ λαοῦ τῶν Ἰουδαίων, καὶ θεράποντα τοῦ Θεοῦ, ἄνεισιν οὗτος ἐπὶ τὴν ὑψηλοτάτην θεογνωσίαν· ὁ δὲ λαὸς εἴργεται ἐγγίζειν, ἵνα μὴ ἀποθάνῃ. Τοῖς γὰρ κοσμ

 μετερχόμενον, τὴν ἐσχάτην ταύτην ἀπαιτεῖ δίκην, ὡς μετὰ τὸ ἀπαλλαγῆναι τοῦ βάρους τῆς ἁμαρτίας, αὖθις αὐτῇ καθυπαγόμενον ἑκουσίως. Ἐνετείλατο δὲ καὶ δ

 Ἡ δὲ ὀγδόη τὸ τοῦ ἀεὶ εὖ εἶναι τῶν 77.1204 ὄντων, ἀῤῥήτως μυστήριον ὑπαγορεύει. Παρασκευὴ λέγεται ἡ ἕκτη ἡμέρα, διότι ἐν αὐτῇ παρασκευάζονται πρὸς τὸ

 καὶ πενίαν διανοίας, ποιοῦνται κοινωνοὺς καὶ τοὺς γείτονας, ἤτοι τοὺς ὁμοπίστους, ἵνα δι' ἀλλήλων εἰς μείζους θεωρίας ἀναταθῶσιν. Ἔστω δὲ, φησὶ, τὸ πρ

 ἀμιγέσι φαυλότητος, ἀποτρέφειν τὴν ἑαυτῶν ψυχὴν τοὺς μεταλαμβάνοντας τοῦ ἀληθινοῦ Ἀμνοῦ, παρ' ὅλον ἑβδοματικὸν τὸν αἰῶνα, τὸν διὰ τῆς ἑβδομάδος μετρού

 σῶμα φέρει ἀκρόβυστον. Περιτομή ἐστι μυστικὴ, ἑκούσιος παθῶν περιαίρεσις. Περιτομὴ περιτομῆς ἐστιν ἡ καὶ αὐτῶν τῶν κατ' αἴσθησιν καὶ νοῦν, περὶ τὰ αἰσ

 τῆς λογικῆς διακρίσεως, ὡς πάλαι τοῦ Μωσέως ὁ Ἰσραὴλ, εἰδωλολατρεῖ. Ῥίψας γὰρ εἰς τὸ πῦρ τῶν παθῶν ὡς μὲν ἐνώτια τοὺς περὶ θεολογίας λόγους· ὡς δὲ περ

 ἐργάζεσθαι τὰ καλὰ, καὶ βαδίζειν ἐπὶ τὰ ἀγαθά. Κυρτὸς δὲ ὁ πρὸς τὰ κάτω κεκυφὼς, καὶ μὴ δυνάμενος ἀπὸ τῶν γηΐνων ἀνανεύειν. Ἔφηλος δὲ, ὁ ἀπὸ νοσήματος

 Ἐξοστρακίζων τὴν βλακείαν ὁ Θεὸς, καὶ μόνης γενέσθαι τῆς χρείας τοὺς ὑπηκόους βουλόμενος, διὰ μὲν τοῦ μὴ συνυφαίνειν λίνον καὶ ἔριον, τὴν ποικι 77.122

 ἀλλ' ἐν οὐρανῷ αὐτὸς ὁ Θεὸς ᾧ μόνῳ λατρεύουσί τε καὶ προσεδρεύουσι. Καὶ τῇ ἡμέρᾳ ᾖ ἐστάθη ἡ σκηνὴ, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν, καὶ ἡ νεφέλη ἐκάλυ πτ

 εὐαγγελισταῖς ἐνηχήθησαν. Ἢ καὶ ἄλλως, τὰ τέσσαρα τῶν σημασιῶν εἴδη σύμβολον ἦσαν τῶν τεσσάρων εἰδῶν τοῦ ἠθικοῦ λόγου. Ὧν τὸ μὲν ἐνηχεῖ τοῖς ἔτι κατηχ

 τὴν ῥάβδον Ἀαρὼν, εἰς σύμβολον ἐγρηγόρσεως. Τῷ Ἱερεμίᾳ γὰρ ὁρῶντι ῥάβδον καρυΐνην φησὶν ὁ Θεός· Ἰδοὺ ἐγρήγορα ἐπὶ τοὺς λόγους μου. Ἐβλάστησε δὲ κάρυα,

 ψέλλια, καὶ δακτύλια, καὶ περιδέξια, καὶ ἐμπλόκια. Οἱ γὰρ ἐν Χριστῷ καθηγούμενοι τοῦ λαοῦ καὶ προὔχοντες ὑπερβαίνουσι πολλάκις τὰς εὐαγγελικὰς ἐντολὰς

 σωματικοῖς τρόποις ὑπουργίας τῶν ἀρετῶν, πρὸς τὴν τῶν συγγενῶν νοητῶν ἐπανέρχονται θεωρίαν. Ἀλλόφυλος παῖς ἐστι καὶ παιδίσκη ὁ θυμὸς καὶ ἡ ἐπιθυμία· ο

 ἐγχείρημα. Ἀποτίσει γὰρ τῷ Πατρὶ τῶν πνευμάτων Θεῷ δίκην τοῦ πλημμελήματος, αὐτοῦ δὲ ἔσται γυνὴ, ὡς ἤδη συναφθεῖσα αὐτῷ, καὶ ἀναξίαν τοῦ καθαροῦ νυμφί

 τοῦ ἀλλοτρίου· διὸ καὶ ἀπαιτεῖται μὲν δίκην ὑπὲρ τῆς ἀναιρέσεως, αὐτὸς δὲ μόνος ζημιοῦται κατὰ ψυχήν. Τοῦτο γὰρ, οἶμαι, δηλοῖ, τό· Ὁ δὲ τετελυτηκὼς αὐ

 πόλεμον· ἐνιαυτὸν ἕνα εὐφρανεῖ τὴν γυναῖκα αὑτοῦ, ἢν ἔλαβεν. Οὐ χρὴ γὰρ τὸν ἄρτι σύνοικον ἑαυτῷ λαβόντα τὴν ἀρετὴν εἰς πόνους καὶ διωγμοὺς ἐξάγεσθαι,

 ἀρετὴ μήτηρ ἐστὶ τῶν ἐξ αὐτῆς κατορθωμάτων. Νοσσιὰ δὲ αὐτῆς, ἡ ψυχὴ ἐν ᾗ κατοικεῖ. Χρὴ δὲ τοῖς μὲν κατορθώμασι τῆς ἀρετῆς ὠφελεῖσθαι τοὺς ἐντυγχάνοντα

 καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος. Οὐ βρωθήσεται, καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος τῷ Κυρίῳ. Ἐν δὲ τῷ πέμπτῳ ἔτει, φ

 κατασπώντων εἰς γῆν, τὰ εἰς οὐρανὸν ἀνέλκοντα. Ὁ Σαοὺλ, ὁ φυσι 77.1249 κός ἐστι νόμος, ὁ κατ' ἀρχὰς κυριεύειν τῆς φύσεως παρὰ τοῦ Κυρίου λαχών. Ἐπεὶ δ

 ∆αβὶδ μὲν ὁ κατὰ τὸ πνεῦμα νόμος, ὁ βασιλεύων τῶν πνευματικῶς Θεῷ λατρευόντων Χριστιανῶν. Σαοὺλ δὲ ὁ κατὰ γράμμα νόμος, ὁ βασιλεύων τῶν σωματικῶς Θεῷ

 τὸ πρόσωπον τοῦ Κυρίου, κατὰ τὸν ∆αβὶδ, καὶ μανθάνει τὴν αἰτίαν τοῦ τοιούτου λιμοῦ, ὅτι κατὰ τοῦ Σαοὺλ, καὶ κατὰ τοῦ οἴκου αὐτοῦ ἡ ἀδικία αὕτη, ἣν ἠδί

 λαβόντες ἀπὸ τοῦ νοητοῦ ∆αβὶδ, ἤτοι τοῦ κατὰ τὸ πνεῦμα νόμου, τοὺς ἀνωτέρω διαληφθέντας υἱοὺς καὶ υἱωνοὺς τοῦ 77.1257 Σαοὺλ ἀποκτείνωσιν· τότε πάντως

 γνώσεως, εἴπερ ὑποδέξεται τὸν θεῖον καὶ διαγνωστικὸν λόγον, εἰς μνήμην ἄγοντα τῶν προτέρων ἁμαρτημάτων, καὶ προτιμήσει καὶ αὐτῆς τῆς φύσεως τὴν εἰς αὐ

 Κύριος ἐν τῇ ἐρήμῳ· λέγω δὲ τῷ κόσμῳ, καὶ τῇ φύσει τῶν ἀνθρώπων, τὰς τῶν ἀξίων καρδίας ἐκχοΐζων καὶ ἀποκαθαίρων τοῦ ὑλικοῦ βάρους τε καὶ φρονήματος, κ

 πόλεως. Ἐπεὶ Ἐζεχίας κράτος Θεοῦ ἑρμηνεύεται, πᾶς νοῦς 77.1265 διὰ πρακτικῆς φιλοσοφίας κτησάμενος κράτος θεῖον, ἐπειδὰν γνῷ κινούμενον κατ' αὐτοῦ τὸν

 δι' ἑαυτῶν αὖθις ἀποστρέφουσιν αὐτὸν, φεύγοντα εἰς τὴν γῆν αὐτοῦ· ἥτις ἐστὶν ἡ παγία τῆς κακίας ἕξις, ὃν φεύγοντα ἀναιροῦσιν οἱ υἱοὶ αὐτοῦ, καὶ φεύγου

 βασιλέα τῶν Ἀσσυρίων, καταφεύγει πρὸς τὸν Θεὸν, καὶ ἀλαλήτως βοᾷ πρὸς αὐτὸν, διὰ τῆς κατ' ἀρετὴν καὶ γνῶσιν ἐπιδόσεως, καὶ δέχεται σύμμαχον ἄγγελον· δ

 φιλόσοφος ὁμοῦ καὶ φιλόθεος καὶ τὸν Ἰούδαν ἔχει καὶ τὴν Ἱερουσαλήμ· τὸν μὲν εἰς τὴν ἕξιν τῆς ἐξομολογήσεως καὶ μετανοίας λαμβανόμενον· ἐξομολόγησις γὰ

 πάντα γίνεται νοῦν ὑψηλὸν καὶ μετέωρον, καὶ τοῖς δοθεῖσιν αὐτῷ θεόθεν καλοῖς, ὡς ἐπὶ ἰδίοις μεγαλαυχούμενον κατορθώμασι. Γίνεται κατὰ πρόνοιαν ἐπὶ τὸν

 τὸ δόρυ καὶ τοῦ ὕδατος τὸν φακόν· τοῦτ' ἔστιν, τὸ κράτος τῆς πρακτικῆς ἀρετῆς, καὶ τὴν χάριν τῆς γνωστικῆς θεωρίας, εἰ καὶ ταῦτα πάλιν δίδωσι τοῖς πρὸ

 βασιλέως ∆αρείου, λέγω δὴ τοῦ φυσικοῦ νόμου, νικήσας παρ' αὐτοῦ, αἴρει τὸ πρόσωπον εἰς τὸν οὐρανὸν, τοῦτ' ἔστι, τὴν διάθεσιν τῆς ψυχῆς, ἐν ᾗ οἱ χαρακτ

 μὴ φυλαττομένη. Τιμωρίας μὲν γὰρ σύμβολον ὁ μόλιβδος, λαμπρότητος δὲ ὁ ἄργυρος. Ἑπτὰ δὲ ὀφθαλμοὶ τῆς ἐμπράκτου ταύτης πίστεως, τὰ ζʹ τοῦ ἁγίου Πνεύματ

 συνεστηκυῖαν. Ἐπεὶ γὰρ τετραδικὴ μὴν ἡ ὕλη, διὰ τὴν τετρακτὺν τῶν στοιχείων αὐτῆς, πενταδικὸν δὲ τὸ εἶδος διὰ τὸ πενταπλοῦν τῆς αἰσθήσεως, τῆς τὰ ὑλικ

 διανίστανται πρὸς κακουργίαν. Καὶ προσελθόντες τῷ Ζοροβάβελ, καὶ τῷ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, λέγουσιν αὐτοῖς· Ἐνοικοδομήσομεν ὑμῖν· ὁμοί

ἐργάζεσθαι τὰ καλὰ, καὶ βαδίζειν ἐπὶ τὰ ἀγαθά. Κυρτὸς δὲ ὁ πρὸς τὰ κάτω κεκυφὼς, καὶ μὴ δυνάμενος ἀπὸ τῶν γηΐνων ἀνανεύειν. Ἔφηλος δὲ, ὁ ἀπὸ νοσήματος μελανθεὶς τὴν ὄψιν τοῦ δέρματος, ὁποῖός ἐστιν ὁ ἀπὸ ἁμαρτήματος ζοφωθεὶς τὴν ψυχήν. Λιππὸς δὲ τοὺς ὀφθαλμοὺς ὁ βλέπων μὲν, οὐχ ὑγιῶς δὲ, ὡς οἱ αἱρετικοὶ, Θεὸν μὲν εἶναι πιστεύοντες, οὐχ ὑγιῶς δὲ περὶ αὐτοῦ δογματίζοντες. Ψῶρα δὲ ἀγρία κατ' ἀναγωγὴν πάθους δριμὺ ῥεῦμα καταχεόμενον τῆς ψυχῆς, ἐξ ἡδονῆς μὲν ἀρχόμενον, εἰς πικρὸν δὲ πέρας καταλῆγον· λειχὴν δὲ, πᾶν ὁτιοῦν πάθος ἕρπον κατὰ τῆς ψυχῆς, καὶ εὐρυνόμενον εἰς τὸ χεῖρον. Μόνορχις δὲ, ὁ ἐξ ἡμισείας καρπογονῶν. ∆ιατί οἱ Ἰσραηλῖται τὰ μὲν σώματα τῶν θυμάτων ἤσθιον, τὰ δὲ αἵματα πρὸς τὴν βάσιν ἔχεον τοῦ θυσιαστηρίου. Οἱ Ἰσραηλῖται νηπιώδεις κατὰ γνῶσιν ὄντες τύπον ἔφερον τῶν εἰσαγομένων πρὸς εὐσέβειαν. Ὁ τοίνυν πρὸς εὐσέβειαν εἰσαγόμενος, τὴν μὲν πρᾶξιν τῶν ἐντολῶν ἀποτελεῖ, καθάπερ σάρκας ἐσθίων τῶν ἀρετῶν τὰ φαινόμενα· λέγω δὴ τὴν ἠθικὴν παιδαγωγίαν, τοὺς δὲ λόγους αὐτῶν τῷ Θεῷ παραχωρεῖ διὰ πίστεως, πιστεύων μόνον ὅτι λόγους ἔχουσι θείους. Τὸ μὲν γὰρ θυσιαστήριον Θεοῦ σύμβολον, ἡ δὲ τούτου βάσις, τύπος τῆς πίστεως· θεμέλιος γὰρ αὕτη θεογνωσίας, 77.1217 πᾶσαν τὴν οἰκοδομὴν τῆς εὐσεβείας βαστάζουσα. Χριστὸς δὲ παραγενόμενος ὁ ἀληθὴς ἀρχιερεὺς καὶ θύσας ἑαυτὸν, δέδωκε τοῖς ἀνδρικοῖς εἰς γνῶσιν μετὰ τῆς σαρκὸς καὶ τὸ αἷμα. Ὁ γὰρ τέλειος εἰς ἀρετὴν, καὶ τοὺς λόγους τῶν ἐντολῶν ὡς αἷμα πίνει διὰ τῆς γνώσεως. Περὶ λέπρας τῆς οἰκίας. Ἐν τῷ νόμῳ τῷ περὶ τῆς οἰκίας ἐχούσης λέπραν, ὅλον ὅρα τὸ τοῦ Σωτῆρος ἡμῶν μυστήριον, καὶ τὸν διὰ τοῦ βαπτίσματος καθαρισμόν.* Τὰς δύο τοῦ Χριστοῦ φύσεις, ὧν ἡ μὲν ἄνωθεν κατῆλθεν, ἡ δὲ κάτωθεν ἀνῆλθεν, μετὰ τὴν ἀνάστασιν. Ζῶντα δὲ καὶ καθαρὰ, διότι ζωῆς καὶ καθαρότητος αὗται παρεκτικαί. Καὶ διὰ μὲν τοῦ κεδρίνου ξύλου τὸ ἀδιάφθορον αἰνίττεται τοῦ σώματος τοῦ Χριστοῦ, διὰ δὲ τοῦ κεκλωσμένου κοκκίνου τοὺς ἀναμεμιγμένους δύο κρουνοὺς αἵματος καὶ ὕδατος, ἢ τὸν διπλοῦν λόγον θεότητος καὶ ἀνθρωπότητος. ∆ιὰ δὲ τοῦ ὑσσώπου τὴν ζέσιν τοῦ ἁγίου Πνεύματος· θερμὴ γὰρ καὶ ἡ πόα σμηκτική. Καὶ διὰ μὲν τοῦ ζῶντος ὀρνιθίου, τὸν ζῶντα Λόγον· διὰ δὲ τοῦ αἵματος τοῦ ἐσφαγμένου, τὸ τίμιον αἷμα τῆς προσληφθείσης σαρκός. ∆ιὰ δὲ τοῦ ζῶντος ὕδατος, τὴν ζωοποιὸν χάριν τοῦ βαπτίσματος, ᾧ περιῤῥαίνεσθαι χρὴ τὴν οἰκίαν, ἤτοι τὴν οἰκουμένην ἑπτάκις· εἴτουν μυστικῶς δέ· μυστικώτατος γὰρ οὗτος ὁ ἀριθμός. Τὸ ζῶν ὀρνίθιον, τὸ ἐξαποστελλόμενον ἔξω τῆς πόλεως εἰς τὸ πεδίον, ἐδίδασκεν, ὅτι ζήσεται ὁ ἀποθανὼν Χριστὸς, καὶ ἔξω τοῦ κόσμου γενόμενος μεταστήσεται, καὶ εἰς τὸ πλατὺ δὲ καὶ καθαρὸν πεδίον, τὸν οὐρανὸν ἀναδραμεῖται. Εἴρηκεν ὁ νόμος· Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ τοῦ ἀλλογενοῦς ἄρχοντος, καὶ τὴν θυ γατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου. Θυγάτηρ μὲν γὰρ τοῦ πιστεύοντος νοὸς, ἡ ἀγαθὴ διάνοια, υἱὸς δὲ αὐτοῦ ὁ ἀγαθὸς λογισμός. Αὖθις δὲ θυγάτηρ μὲν τοῦ ἀλλογενοῦς ἄρχοντος, ἢ τοῦ διαβόλου τοῦ ἄρχοντος τῶν παθῶν, ἡ πονηρὰ διάνοια, υἱὸς δὲ αὐτοῦ ὁ πονηρὸς λογισμός. Οὐ χρὴ δὲ τοῖς ἀγαθοῖς τὰ πονηρὰ ἀναμίγνυσθαι. Τὸ κτῆνός σου οὐ κατοχεύσεις ἑτεροζύγῳ, καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διά φορον. Κτῆνος ἐνταῦθα λέγει τὸ ὑποζύγον· διὰ τοῦ ὑποζυγίου δὲ τὸ ὑποχείριον ἅπαν αἰνίττεται, κελεύων τοῖς ἡγουμένοις, μὴ συγχωρεῖν ὑπάγεσθαι τοῖς σπερματισμοῖς τῶν ἑτεροδόξων τοὺς ὑπὸ χεῖρα, μή πως ἑτεροφυῆ καὶ νόθα τέκωσι δόγματα. Πάλιν δὲ ἀμπελῶνα καλεῖ τοὺς καταπεφυτευμένους ἐν τῇ Ἐκκλησίᾳ, οὓς οὐ χρὴ παρορᾷν κατασπειρομένους διαφόρως, εἴτουν ποικίλως ἀσεβῶν σπέρμασιν· ἵνα μὴ ταῦτα τὴν ἰκμάδα καὶ πιότητα τῶν ψυχῶν αὐτῶν εἰς ἑαυτὰ δαπανήσαντα, ποιήσωσιν αὐτὰς ἀκάρπους εἰς τὴν εὐσέβειαν.