Oratio ad milites ..... ἀκούων ὑμῶν, ὦ ἄνδρες, τὴν ἐκ τῶν ἔργων μεγίστην εὔκλειαν, οὐκ οἶδα ποῖον ὑμῖν τὸν ἔπαινον ἐκ βασιλικῆς ἄρτι πλέξω τῆς γλώττης

 φεῦγον καὶ ὡς πρόβατον, φησί .. πλανώμενον. Οὐκ ἔχει τὴν ἰσχὺν ἐκ τῆς ἀληθείας· μὴ ταῖς τέχναις αὐτοῦ πιστεύετε καὶ τοῖς δόλοις· δεινός ἐστι, κακότεχ

 

φεῦγον καὶ ὡς πρόβατον, φησί .. πλανώμενον". Οὐκ ἔχει τὴν ἰσχὺν ἐκ τῆς ἀληθείας· μὴ ταῖς τέχναις αὐτοῦ πιστεύετε καὶ τοῖς δόλοις· δεινός ἐστι, κακότεχνός ἐστι, δύναμιν οὐκ ἔχων βεβαίαν καὶ σφόδρα τὴν ὑμῶν δεδοικὼς προσβολὴν καὶ πάντα τρόπον αὐτῆς ἀπωθούμενος, πειρᾶται δόλοις καὶ φαστασίαις τὰς ὑμετέρας ψυχὰς ἐκφοβεῖν. Νῦν μὲν διαγγέλων δύναμιν αὐτῷ προσελθεῖν ἑτέραν καὶ συμμάχους ἀλλαχόθεν ἀποσταλῆναι, νῦν δὲ χρημάτων αὐτῷ πλῆθος ἑτέρωθεν ἐκπεμφθῆναι, ἄλλοτε λόγους ὑπερηφάνους διαθρυλεῖσθαι παρασκευάζει πρὸς τὴν τῶν ἀκουόντων ἔκπληξιν. Ταῦτα δὲ πάντα λίαν φοβουμένης ἔστι ψυχῆς, οὐ θαρρούσης· εἰ γὰρ ἀπὸ τῆς ἀληθείας τὸ θαρρεῖν εἶχεν, οὐκ ἂν ἐπὶ τὰς τέχνας ταύτας κατέφευγε καὶ τοὺς δόλους. Νῦν δὲ τοῦ κατὰ φύσιν δύνασθαι ἀπορῶν, πρὸς τὰς κατὰ τέχνην ἐπινοίας χωρεῖ. Οὐχ ὁρᾶτε τὸ γενναῖον τοῦτο θηρίον, τοὺς λέοντας, πῶς ἀπὸ τῆς φύσεως τὸ κρατεῖν ἔχον οὐ δόλους. οἶδεν οὐ τέχνας ἐπινοεῖ; Ἀλλὰ μικρὰ ταῦτα καὶ ἀναξία θεὶς καὶ τῇ κατὰ φύσιν ῥώμῃ πιστεύσας, ἐξ εὐθείας πρὸς τὸν ἀντίπαλον ἀγωνίζεται· ἀλώπηξ δὲ καὶ ὅσα δήπου τοιαῦτα δειλά, τῆς πρὸς ἀλήθειαν ἀποροῦντα ῥώμης, ἐπὶ τὴν τέχνην αὐτομολεῖ καὶ δόλῳ μὲν θηρεύει, δόλῳ δὲ πειρᾶται τὸ θηρευθῆναι διαφυγεῖν. Εἴθε τὴν ἐκείνου ψυχὴν δυνατὸν ἦν ἰδεῖν. Καὶ τότε ἂν κατεμάθετε πόση μὲν δειλία, πόσος δὲ φόβος ἐκείνην πολιορκεῖ, καὶ πῶς τὴν ὑμετέραν ἀκούων δύναμιν καὶ τὴν προσβολὴν ὑποπτεύων, οὐκ ἔχει τίς γένηται, καὶ ποῖ τράπηται, κἂν τὸ θαρρεῖν νῦν πλάττηται καὶ τὸ πεποιθέναι. Μὴ ταῦτα ὑμᾶς θορυβεῖτο, λαὸς ἐμός, μηδὲ ταῖς ἐκείνου προσέχετε μηχαναῖς, ἀλλ' ἐν Χριστῷ θαρροῦντες κατὰ τῶν ἐχθρῶν διανάστητε. Οἴδατε ποῖόν ἐστι καλὸν τὸ ὑπὲρ χριστιανῶν ἀγωνίσασθαι, πόσην ὁ τοῦτο πράττων ἑαυτῷ περιποιεῖται τὴν δόξαν· τοῦτο παντὸς κερδαλεώτερον, τοῦτο πάσης ἄλλης φιλοτιμίας ἐπικυδέστερον. Ὦ πόσος ἔχει μὲ τοῦτον πόθος, πόσος ἔρως διανάπτει μου τὴν ψυχὴν καὶ ὅλος ἤδη τοῦ πράγματος γίνομαι, καὶ αὐτὰς ἐκείνας ὀνειροπολῶ τὰς ἡμέρας, ἐφίεμαι μᾶλλον ἐνδῦναι θώρακα καὶ τὴν περικεφαλαίαν ἐπιθεῖναι τῇ κεφαλῇ, καὶ δόρυ διασεῖσαι τῇ δεξιᾷ καὶ σάλπιγγος ἀκοῦσαι συγκαλούσης πρὸς τὸν ἀγῶνα, ἢ διάδημα καὶ πορφύραν περιβαλέσθαι καὶ σκῆπτρον μεταχειρίσαι καὶ βασιλικῶν ἀκοῦσαι εὐφημιῶν. Ταῦτα μὲν γὰρ οἷς οἶδεν ἐκεῖνος τρόποις, καὶ τοῖς οὐκ ἀγαθοῖς πολλάκις, παρὰ Θεοῦ δίδοται· ἐκεῖνα δὲ μόνων τῶν ἀρετῆς ἐρώντων εἰσί, μόνων τῶν ἡδονῆς προτιμώντων δόξαν. Οὐ μὴν ἀλλ' οὐδ' ἄτιμον, οὐδ' ἀγέραστον ἐγὼ τὴν τῶν ἀγωνιζομένων καταλείψω σπουδήν. Οὐδὲ γὰρ μάτην τοὺς ἐμοὺς θεράποντας αὐτόθι διέπεμψα, ἀλλ' ὡς ἂν ἐμοῖς ὀφθαλμοῖς βουλόμενος αὐτοῖς χρήσασθαι, οὓς καὶ ὅρκῳ καταλήψομαι νῦν, καὶ πρὸς αὐτοὺς τρέψω τὸν λόγον. Ὀρκίζω τοιγαροῦν ὑμᾶς καὶ εἰς Θεὸν καὶ εἰς αὐτὴν τὴν ἡμετέραν κεφαλὴν καὶ ζωήν, μηδὲν προτιμῆσαι τῆς ἡμῶν ἀγάπης ἢ, κρεῖττον εἰπεῖν, τοῦ καλοῦ καὶ τῆς ἀληθείας, ἀλλὰ περὶ πάντων καταμηνῦσαι τῷ ἡμετέρῳ κράτει καθὼς ἕκαστος ἀρετῆς ἔχει καὶ προθυμίας. Μᾶλλον δὲ καὶ ἐγγράφως ἀποσημήνασθαι, ἵνα καὶ ἐνταῦθα εἰσελθόντες ἡμῖν ἀναγγείλητε, ὥστε καὶ ἡδέως αὐτοὺς ὄψεσθαι, καὶ τῶν παρ' ἡμῶν ἐπαίνων ἀξιῶσαι καὶ ἀντιλήψεων· καὶ ὅσοι μὲν τῶν στρατηγῶν εὐτελεστέρων ἄρχουσι θεμάτων εἰς μείζονα μετατεθῆναι, ὅσοι δὲ μειζόνων, δωρεαῖς ἑτέραις καὶ ἀμοιβαῖς φιλοτιμηθῆναι. Ἀλλὰ καὶ τῶν ταγματικῶν καὶ τῶν ἄλλων, οἵτινες ἂν εὐψύχως ἀγωνίσωνται, κατὰ τὸ ἔργον ἕκαστον τιμηθῆναι· καὶ τοὺς μὲν τουρμάρχας, τοὺς δὲ κλεισουράρχας, τοὺς δὲ τοποτηρητὰς γενέσθαι. Μὴ τούτων δὲ μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τῶν εὐτελῶν καὶ κοινῶν, ὅσοι ἂν ἀρετῆς ἐπιδείξωνται τρόπους, ἄξιον ἀπολαβεῖν τὸν μισθόν. Ἀλλὰ νῦν μὲν δι' ὑμῶν δεχομένων ἡμῶν τὴν περὶ ἑκάστου πληροφορίαν, μετ' ὀλίγον δὲ οὐθ' ὑμᾶς, οὔτε τινὰς ἄλλους μάρτυρας τῶν τοιούτων, ἀλλὰ τοὺς ἡμετέρους μόνους ὀφθαλμοὺς ἔξομεν, καὶ αὐτοὶ παρόντες, αὐτοὶ τὴν ἑκάστου βλέποντες ἀρετήν, αὐτοὶ καὶ τὰ βραβεῖα τοῖς ἀγωνιζομένοις παρέξομεν.