De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
θεραπαινῶν, εἰσῆλθεν διὰ τοῦ Ἰουστινιανοῦ καὶ τοῦ λαυσιακοῦ καὶ τοῦ τριπέτωνος εἰς τὸν καινούργιον, καὶ ἀνεπαύσατο, εἶτα καθεσθεὶς ὁ βασιλεὺς μετὰ τῆς αὐγούστης καὶ τῶν πορφυρογεννήτων αὐτοῦ τέκνων, προσεκλήθη ἡ ἀρχόντισσα ἀπὸ τοῦ καινουργίου τρικλίνου, καὶ κελεύσει τοῦ βασιλέως καθεσθεῖσα, ἐλάλησεν, ὅσα ἐβούλετο, πρὸς τὸν βασιλέα. τῇ δὲ αὐτῇ ἡμέρᾳ γέγονεν κλητώριον ἐν τῷ αὐτῷ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ. ἐκαθέσθη ἐν τῷ προῤῥηθέντι θρόνῳ ἡ δέσποινα καὶ ἡ νύμφη αὐτῆς, ἡ δὲ ἀρχόντισσα ἐκ πλαγίου 597 ἔστη· ὑπὸ δὲ τοῦ τῆς τραπέζης κατὰ τὸν εἰωθότα τύπον εἰσελθουσῶν τῶν ἀρχοντισσῶν καὶ προσκυνησάντων, ἡ ἀρχόντισσα τὴν κεφαλὴν μικρὸν ὑποκλίνασα, ἐν ᾧ τόπῳ ἵστατο, ἐκαθέσθη εἰς τὸ ἀποκοπτὸν μετὰ τῶν ζωστῶν κατὰ τὸν τύπον. ἰστέον, ὅτι οἱ ἀποστολῖται ψάλται καὶ οἱ ἁγιοσοφῖται παρῆσαν ἐν τῷ αὐτῷ κλητωρίῳ ᾄδοντες τὰ βασιλίκια. ἔπαιξαν δὲ καὶ τὰ θυμελικὰ πάντα παίγνια. ἐν δὲ τῷ χρυσοτρικλίνῳ γέγονεν ἕτερον κλητώριον, καὶ ἔφαγον πάντες οἱ ἀποκρισιάριοι τῶν ἀρχόντων Ῥωσίας καὶ οἱ ἄνθρωποι καὶ συγγενεῖς τῆς ἀρχοντίσσης καὶ οἱ πραγματευταὶ, καὶ ἔλαβον ὁ μὲν ἀνεψιὸς αὐτῆς μιλ. λʹ, οἱ ηʹ ἴδιοι αὐτῆς ἀνὰ μιλ. κʹ, οἱ κʹ ἀποκρισιάριοι ἀνὰ μιλ. ιβʹ, οἱ μγʹ πραγματευταὶ ἀνὰ μιλ. ιβʹ, ὁ παπᾶς Γρηγόριος μιλ. ηʹ, οἱ δύο ἑρμηνευταὶ ἀνὰ μιλ. ιβʹ, οἱ ἄνθρωποι τοῦ Σφενδοσθλάβου ἀνὰ μιλ. εʹ, οἱ ϛʹ ἄνθρωποι τῶν ἀποκρισιαρίων ἀνὰ μιλ. γʹ, ὁ ἑρμηνεὺς τῆς ἀρχοντίσσης μιλ. ιεʹ. μετὰ δὲ τὸ ἀναστῆναι τὸν βασιλέα ἀπὸ τοῦ κλητωρίου ἐγένετο δούλκιον ἐν τῷ ἀριστητηρίῳ, καὶ ἔστη ἡ χρυσῆ μικρὰ τράπεζα ἡ ἐν τῷ πενταπυργίῳ ἱσταμένη, καὶ ἐτέθη ἐν αὐτῇ δούλκιον διὰ χειμευτῶν καὶ διαλίθων σκουτελλίων, καὶ ἐκαθέσθη ὁ βασιλεὺς καὶ Ῥωμανὸς ὁ Πορφυρογέννητος βασιλεὺς καὶ τὰ πορφυρογέννητα τούτων τέκνα καὶ ἡ νύμφη καὶ ἡ ἀρχόντισσα, καὶ ἐδόθη τῇ ἀρχοντίσσῃ ἐν χρυσῷ 598 διαλίθῳ σκουτελλίῳ μιλ. φʹ, καὶ ταῖς ἓξ ἰδίαις αὐτῆς ἀνὰ μιλ. κʹ, καὶ ταῖς ιηʹ θεραπαίναις αὐτῆς ἀνὰ μιλ. ηʹ. μηνὶ Ὀκτωβρίῳ ιηʹ, ἡμέρᾳ κυριακῇ, ἐγένετο κλητώριον ἐν τῷ χρυσοτρικλίνῳ, καὶ ἐκαθέσθη ὁ βασιλεὺς μετὰ τῶν Ῥῶς. καὶ πάλιν γέγονεν ἕτερον κλητώριον ἐν τῷ πεντακουβουκλείῳ τοῦ ἁγίου Παύλου, καὶ ἐκαθέσθη ἡ δέσποινα μετὰ τῶν πορφυρογεννήτων αὐτῆς τέκνων καὶ τῆς νύμφης καὶ τῆς ἀρχοντίσσης, καὶ ἐδόθη τῇ μὲν ἀρχοντίσσῃ μιλ. σʹ, τῷ δὲ ἀνεψιῷ αὐτῆς μιλ. κʹ, τῷ παπᾷ Γρηγορίῳ μιλ. ηʹ, ταῖς ιϛʹ ἰδίαις αὐτῆς ἀνὰ μιλ. ιβʹ, ταῖς ιηʹ δούλαις αὐτῆς ἀνὰ μιλ. ϛʹ, τοῖς κβʹ ἀποκρισιαρίοις ἀνὰ μιλ. ιβʹ, τοῖς μδʹ πραγματευταῖς ἀνὰ μιλ. ϛʹ, τοῖς δύο ἑρμηνευταῖς ἀνὰ μιλ. ιβʹ. ΚΕΦ. ιϛʹ. Ὅσα δεῖ παραφυλάττειν, προερχομένων τῶν ἀρχόντων τῶν τεσσάρων ταγμάτων εἰς τὸν ἱππόδρομον. Ἰστέον, ὅτι, τῶν ταγμάτων ὄντων ἐν τῇ θεοφυλάκτῳ πόλει, καθ' ἡμέραν προέρχονται εἰς τὸν ἱππόδρομον οἱ τῶν δʹ ταγμάτων ἄρχοντες καὶ ὁ μὲν δομέστικος τῶν σχολῶν καὶ ὁ ἐξκούβιτος καὶ ὁ ἱκανάτος εἰσέρχονται, ἔνθα καὶ οἱ μάγιστροι καὶ πατρίκιοι, καὶ πρῶτα μὲν χαιρετίζουσιν τὸν δρουγ 599 γάριον τῆς βίγλας, καὶ εὐθέως καθέζονται εἰς τὰς τάξεις αὐτῶν, καὶ εἶθ' οὕτως εἰσέρχεται ἐκ πλαγίου ὁ τοποτηρητὴς τῶν σχολῶν, φορῶν σκαραμάγγιον καὶ σπαθίον, καὶ μετ' αὐτοῦ οἱ πρῶτοι καὶ δεύτεροι ἄρχοντες τῶν σχολῶν, ἤγουν κόμητες καὶ δομέστικοι, φοροῦντες καὶ αὐτοὶ σκαραμάγγια καὶ σπαθία. καὶ ὁ μὲν τοποτηρητὴς ἵσταται ἀποκοπτὸς ὡς ἀπὸ ὀργυίας μιᾶς· οἱ δὲ κόμητες καὶ δομέστικοι στιχηδὸν ἀπὸ ἄκραν ἕως ἄκραν, καὶ μέχρι τῶν γονάτων προσκυνοῦντες χαιρετίζουσι τὸν δρουγγάριον τῆς βίγλας. ὁ δὲ ἀντιχαιρετίζων αὐτοῖς λέγει· "καλὴ ἡμέρα ὑμῖν, ἄρχοντες." καὶ μετὰ ταῦτα ἵσταται ὁ πρόξιμος μέσον τῆς προελεύσεως, καὶ λαμβάνει νεῦμα παρὰ τοῦ δομεστίκου τῶν σχολῶν καὶ διὰ τῆς χειρὸς αὐτοῦ νεύει ὑπαναχωρεῖν. οἱ δὲ πάλιν προσκυνοῦντες κατὰ τὸ εἰρημένον σχῆμα ἐξέρχονται. καὶ κατὰ πόδας εὐθέως εἰσέρχεται ὁ τοποτηρητὴς τῶν ἐξκουβίτων μετὰ σκρίβωνας καὶ δρακοναρίους, φοροῦντες καὶ αὐτοὶ σκαραμάγγια καὶ σπαθία, καὶ χαιρετίζουσιν καὶ αὐτοὶ καθὼς καὶ οἱ τῶν σχολῶν ἄρχοντες, καὶ νευόμενος ὁ πρωτομανδάτωρ τοῦ ἐξσκουβίτου παρὰ τοῦ ἐξσκουβίτου, καὶ αὐτοὶ διὰ χειρὸς τοῦ πρωτομανδάτωρος νευόμενοι ἐξέρχονται. καὶ μετὰ τούτων εἰσέρχεται ὁ τοποτηρητὴς τοῦ ἀριθμοῦ μετὰ κομήτων καὶ κεντάρχων ** *** βίου καὶ τῆς ἑταιρείας παρεβδομάριοι προέρχονται καὶ 600 ἀνέρχονται διὰ τῆς ἐλεφαντίνης, καὶ κατὰ τὸν εἰωθότα τύπον ἀνοιγείσης τῆς προελεύσεως, εἰσέρχονται, καὶ ἕκαστος καθέζεται ἐν τῇ ἰδίᾳ τάξει, καὶ εἶθ' οὕτως κατέρχονται καὶ εἰσέρχονται ἐν τῇ τοῦ τρικόγχου μυστικῇ φιάλῃ. εἶτα ἐξέρχεται ὁ βασιλεὺς, καὶ τοῦ