Quis dives salvetur

 οὐκ ἀποκέκο πται τέλεον αὐτοῖς ἡ κληρονομία τῆς βασιλείας τῶν οὐρανῶν, ἐὰν 3.2 ὑπακούσωσι ταῖς ἐντολαῖς· εἶθ' ὁπόταν μάθωσιν ὡς ἀδεὲς δεδίασι δέος καὶ

 ἀπο λήψεται ἑκατονταπλασίονα. νῦν ἐν τῷ καιρῷ τούτῳ ἀγροὺς καὶ χρήματα καὶ οἰκίας καὶ ἀδελφοὺς ἔχειν μετὰ διωγμῶν εἰς ποῦ; ἐν δὲ τῷ ἐρχομένῳ ζωήν ἐστι

 μέχρι τοῦ σημείου τὴν ἀνθρωπότητα διατρέχων, μάτην δὲ ὁ πάσας πεποιηκὼς ἐκ νεότητος τὰς νομίμους ἐντολὰς παρὰ 8.3 ἄλλου αἰτεῖ γονυπετῶν ἀθανασίαν. ο

 χρημάτων, ἀλλὰ τὰ δόγματα τὰ περὶ χρημάτων ἐξορίσαι τῆς ψυχῆς, τὴν πρὸς αὐτὰ συμπάθειαν τὴν ὑπεράγαν ἐπιθυμίαν, τὴν περὶ αὐτὰ πτοίαν καὶ νόσον, τὰς με

 ναι τε καὶ μὴ διδόναι παραινῶν, τρέφειν καὶ μὴ τρέφειν, ὑπο δέχεσθαι καὶ ἀποκλείειν, κοινωνεῖν καὶ μὴ κοινωνεῖν, ὅπερ ἁπάντων ἀλογώτατον.

 μακαριζό μενος ὑπὸ τοῦ κυρίου καὶ πτωχὸς τῷ πνεύματι καλούμενος, κληρο νόμος ἕτοιμος οὐρανοῦ βασιλείας, οὐ πλούσιος ζῆσαι μὴ δυνάμενος·

 πάλιν αὖ κατὰ τὸν αὐτὸν τρόπον καὶ γνήσιος πτωχὸς καὶ νόθος ἄλλος πτωχὸς καὶ ψευδώνυμος. ὃ μὲν κατὰ πνεῦμα πτωχός, τὸ ἴδιον, ὃ δὲ κατὰ κόσμον, τὸ 19.3

 βιαίως, μᾶλλον δὲ βεβαίως ἀντεχομένους συνεχώρησεν εἶξεν· χαίρει γὰρ ὁ θεὸς τὰ τοιαῦτα ἡττώ 21.4 μενος. τοιγάρτοι τούτων ἀκούσας ὁ μακάριος Πέτρος. ὁ

 24.1 ∆ύνασαι καὶ τῶν χρημάτων ἐπίπροσθεν εἶναι; φράσον καὶ οὐκ ἀπάγει σε

 ἀνθρώπων εἰσῳκίσθη καὶ γένος ἀμφιλαφές, τοῖς χρήμασιν ἰσχῦον 26.4 καὶ τῷ πλούτῳ κρατοῦν; εἰ γὰρ διὰ τὴν ἀκούσιον ἐν πλούτῳ γένεσιν ἀπελήλαται ζωῆς, ἀδ

 δευτερεῖα νέμει τῷ πλησίον. τίς δ' ἂν ἄλλος οὗτος εἴη πλὴν αὐτὸς ὁ σωτήρ; ἢ τίς μᾶλλον ἡμᾶς ἐλεήσας ἐκείνου, τοὺς ὑπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους ὀλ

 δίκαιον ἐργάσασθαι καὶ σωτήριον, ἀναπαῦσαί τινα τῶν ἐχόντων αἰώνιον· σκηνὴν παρὰ τῷ πατρί. 31.7 Ὅρα πρῶτον μὲν ὡς οὐκ ἀπαιτεῖσθαί σε κεκέλευκεν οὐδὲ ἐ

 34.2 ἀλλὰ σύ γε μὴ ἐξαπατηθῇς, ὁ γεγευμένος ἀληθείας καὶ κατηξιωμένος τῆς μεγάλης λυτρώσεως, ἀλλὰ τὸ ἐναντίον τοῖς ἄλλοις ἀνθρώποις σεαυτῷ κατάλεξον σ

 ἀλλήλων ἀπο 37.6 κλείσομεν, ἃ μετὰ μικρὸν ἕξει τὸ πῦρ; θείως γε καὶ ἐπιπνόως ὁ Ἰω άννης ὁ μὴ φιλῶν φησὶ τὸν ἀδελφὸν ἀνθρωποκτόνος ἐστί, σπέρμα τοῦ

 πεποιηκότι κατὰ τὸν βίον, ἐπὶ δὲ τοῦ τέλους ἐξο κείλαντι πρὸς κακίαν, ἀνόνητοι πάντες οἱ πρόσθεν πόνοι, ἐπὶ τῆς καταστροφῆς τοῦ δράματος ἐξάθλῳ γενομέ

 νύκτωρ ἐπὶ λωποδυσίαν ἐξιόντες συνεπάγονται, εἶτά τι 42.6 καὶ μεῖζον συμπράττειν ἠξίουν. ὃ δὲ κατ' ὀλίγον προσειθίζετο καὶ διὰ μέγεθος φύσεως ἐκστὰς ὥ

 αἰτιάσθω, τὴν 42.19 δὲ ἑαυτοῦ ψυχὴν ἑκουσίως ἀπολουμένην. τῷ δὲ ἐπιβλέποντι τὴν σωτηρίαν καὶ ποθοῦντι καὶ μετὰ ἀναιδείας καὶ βίας αἰτοῦντι παρέξει τὴν

μακαριζό μενος ὑπὸ τοῦ κυρίου καὶ πτωχὸς τῷ πνεύματι καλούμενος, κληρο νόμος ἕτοιμος οὐρανοῦ βασιλείας, οὐ πλούσιος ζῆσαι μὴ δυνάμενος·

17.1 ὁ δὲ ἐν τῇ ψυχῇ τὸν πλοῦτον φέρων καὶ ἀντὶ θεοῦ πνεύματος ἐν τῇ

καρδίᾳ χρυσὸν φέρων ἢ ἀγρὸν καὶ τὴν κτῆσιν ἄμετρον ἀεὶ ποιῶν καὶ ἑκάστοτε τὸ πλεῖον βλέπων, κάτω νενευκὼς καὶ τοῖς τοῦ κόσμου θηράτροις πεπεδημένος, γῆ ὢν καὶ εἰς γῆν ἀπελευσόμενος, πόθεν δύναται βασιλείας οὐρανῶν ἐπιθυμῆσαι καὶ φροντίσαι, ἄνθρωπος οὐ καρδίαν, ἀλλὰ ἀγρὸν ἢ μέταλλον φορῶν, ἐν τούτοις εὑρεθησόμενος ἐπάναγκες ἐν οἷς εἵλετο; "ὅπου γὰρ ὁ νοῦς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ὁ θησαυρὸς αὐτοῦ." 17.2 Θησαυροὺς δέ γε ὁ κύριος οἶδε διττούς, τὸν μὲν ἀγαθόν, "ὁ" γὰρ "ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προ φέρει τὸ ἀγαθόν", τὸν δὲ πονηρόν, "ὁ" γὰρ "κακὸς ἐκ τοῦ κακοῦ θησαυροῦ προφέρει τὸ κακόν, ὅτι ἐκ περισσεύματος τῆς καρδίας τὸ 17.3 στόμα λαλεῖ." ὥσπερ οὖν θησαυρὸς οὐχ εἷς παρ' αὐτῷ καθὸ καὶ παρ' ἡμῖν, ὁ τὸ αἰφνίδιον μέγα κέρδος ἐν εὑρήσει διδούς, ἀλλὰ καὶ δεύ τερος, ὁ ἀκερδὴς καὶ ἄζηλος καὶ δύσκτητος καὶ ἐπιζήμιος, οὕτως καὶ πλοῦτος ὃ μέν τις ἀγαθῶν, ὃ δὲ κακῶν, εἴ γε τὸν πλοῦτον καὶ τὸν 17.4 θησαυρὸν οὐκ ἀπηρτημένους ἴσμεν ἀλλήλων τῇ φύσει. καὶ ὁ μέν τις πλοῦτος κτητὸς ἂν εἴη καὶ περίβλητος, ὃ δὲ ἄκτητος καὶ ἀπόβλητος· τὸν 17.5 αὐτὸν δὲ τρόπον καὶ πτωχεία μακαριστὴ μὲν ἡ πνευματική. διὸ καὶ προσέθηκεν ὁ Ματθαῖος· "μακάριοι οἱ πτωχοί·" πῶς; "τῷ πνεύ ματι." καὶ πάλιν· "μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιο σύνην τοῦ θεοῦ·" οὐκοῦν ἄθλιοι οἱ ἐναντίοι πτωχοί, θεοῦ μὲν ἄμοιροι, ἀμοιρότεροι δὲ τῆς ἀνθρωπίνης κτήσεως, ἄγευστοι δὲ δικαιο σύνης θεοῦ.

18.1 Ὥστε τοὺς πλουσίους μαθηματικῶς ἀκουστέον, τοὺς δυσκόλως

εἰσελευσομένους εἰς τὴν βασιλείαν, μὴ σκαιῶς μηδὲ ἀγροίκως μηδὲ σαρκίνως· οὐ γὰρ οὕτως λέλεκται. οὐδὲ ἐπὶ τοῖς ἐκτὸς ἡ σωτηρία. οὔτε εἰ πολλὰ οὔτε εἰ ὀλίγα ταῦτα ἢ μικρὰ ἢ μεγάλα ἢ ἔνδοξα ἢ ἄδοξα ἢ εὐδόκιμα ἢ ἀδόκιμα, ἀλλ' ἐπὶ τῇ τῆς ψυχῆς ἀρετῇ, πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ καὶ φιλαδελφίᾳ καὶ γνώσει καὶ πραότητι καὶ 18.2 ἀτυφίᾳ καὶ ἀληθείᾳ, ὧν ἆθλον ἡ σωτηρία. οὐδὲ γὰρ διὰ κάλλος σώματος ζήσεταί τις ἢ τοὐναντίον ἀπολεῖται· ἀλλ' ὁ μὲν τῷ δοθέντι σώματι ἁγνῶς καὶ κατὰ θεὸν χρώμενος ζήσεται. ὁ δὲ φθείρων τὸν 18.3 ναὸν θεοῦ φθαρήσεται. δύναται δέ τις καὶ αἰσχρὸς ἀσελγαίνειν καὶ κατὰ κάλλος σωφρονεῖν· οὐδὲ ἰσχὺς καὶ μέγεθος σώματος ζωοποιεῖ οὐδὲ τῶν μελῶν οὐδενία ἀπολλύει, ἀλλ' ἡ τούτοις ψυχὴ χρωμένη 18.4 τὴν αἰτίαν ἐφ' ἑκάτερα παρέχεται. ὑπόφερε γοῦν, φησί, παιόμενος τὸ πρόσωπον, ὅπερ δύναται καὶ ἰσχυρός τις ὢν καὶ εὐεκτῶν ὑπα 18.5 κοῦσαι καὶ πάλιν ἀσθενικός τις ὢν ἀκρασίᾳ γνώμης παραβῆναι. οὕτως καὶ ἄπορός τις ὢν καὶ ἄβιος εὑρεθείη ποτ' ἂν μεθύων ταῖς ἐπιθυ μίαις, καὶ χρήμασι πλούσιος νήφων καὶ πτωχεύων ἡδονῶν, πεπει 18.6 σμένος, συνετός, καθαρός, κεκολασμένος. εἰ τοίνυν ἐστὶ τὸ ζησόμενον μάλιστα καὶ πρῶτον ἡ ψυχὴ καὶ περὶ ταύτην ἀρετὴ μὲν φυομένη σῴζει, κακία δὲ θανατοῖ, δῆλον ἤδη σαφῶς ὅτι αὕτη καὶ πτωχεύουσα ὧν ἄν τις ὑπὸ πλούτου διαφθείρηται σῴζεται, καὶ πλουτοῦσα τού 18.7 των ὧν ἐπιτρίβει πλοῦτος θανατοῦται· καὶ μηκέτι ζητῶμεν ἀλλαχοῦ τὴν αἰτίαν τοῦ τέλους πλὴν ἐν τῇ τῆς ψυχῆς καταστάσει καὶ δια θέσει πρός τε ὑπακοὴν θεοῦ καὶ καθαρότητα πρός τε παράβασιν ἐντολῶν καὶ κακίας συλλογήν.

19.1 Ὁ μὲν ἄρα ἀληθῶς καὶ καλῶς πλούσιός ἐστιν ὁ τῶν ἀρετῶν πλούσιος καὶ

πάσῃ τύχῃ χρῆσθαι ὁσίως καὶ πιστῶς δυνάμενος· ὁ δὲ νόθος πλούσιος ὁ κατὰ σάρκα πλουτῶν καὶ τὴν ζωὴν εἰς τὴν ἔξω κτῆσιν μετενηνοχὼς τὴν παρερχομένην καὶ φθειρομένην καὶ ἄλλοτε 19.2 ἄλλου γινομένην καὶ ἐν τῷ τέλει μηδενὸς μηδαμῇ.