1

 2

 3

 4

 5

 6

 7

 8

3

Πολλῆς μὲν τόλμης ἂν εἴη μέλη Χριστοῦ τοὺς τοιούτους ὀνομάζειν, ἢ ὑπ' αὐτοῦ ἄρχεσθαι λέγειν· ἁπλῆς δὲ διανοίας, μετὰ παῤῥησίας εἰπεῖν, ὅτι κρατεῖ ἐκεῖ καὶ βασιλεύει τὸ τῆς σαρκὸς φρόνημα, κατὰ τὴν τοῦ Ἀποστόλου φω νὴν, λέγοντος μὲν ὁριστικῶς, ὅτι Ὧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε· διεξιόντος δὲ σαφῶς τοῦ τοιούτου φρο νήματος τὰ ἰδιώματα, ὡς ὅταν λέγῃ· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, καὶ διχοστασίαι, οὐχὶ σαρ κικοί ἐστε; διδάσκοντος δὲ ἅμα ἀποφαντικῶς τό τε χαλεπὸν αὐτῶν τῆς ἐκβάσεως καὶ τὸ ἀκοινώτητον πρὸς θεοσέβειαν, δι' ὧν φησιν ὅτι, Τὸ φρόνημα τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· διότι Οὐδεὶς δύναται, ὁ Κύριός φησι, δυσὶ κυρίοις δουλεύειν. Εἶτα αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ βοῶντος, δι' οὗ τὰ πάντα ἐγένετο, Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· καὶ ὅτι Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν· καὶ, Ἐντολὴν ἔλαβον τί εἴπω, καὶ τί λαλήσω· καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τοῦ διαι ροῦντος μὲν τὰ μεγάλα καὶ θαυμαστὰ χαρίσματα, ἐνεργοῦντος δὲ τὰ πάντα ἐν πᾶσι, λαλοῦντός τε ἀφ' ἑαυτοῦ οὐδὲν, ἀλλ' ὅσα ἂν ἀκούσῃ παρὰ τοῦ Κυρίου, ταῦτα λαλοῦντος· πῶς οὐ πολλῷ μᾶλλον ἀνάγκη πᾶσαν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ σπουδάζουσαν τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, πληροῦν ἐκεῖνο τὸ ἐν ταῖς Πράξεσιν εἰρημένον, ὅτι Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία; οὐδενὸς μὲν δηλονότι τὸ ἴδιον βούλημα ἱστῶντος, πάντων δὲ κοινῇ ζητούντων ἐν ἑνὶ τῷ ἁγίῳ Πνεύματι τὸ τοῦ ἑνὸς Κυρίου Ἰησοῦ Χριστοῦ θέλημα, τοῦ εἰπόντος· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· πρὸς ὅν φησιν· Οὐ περὶ τούτων δὲ 31.661 ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμὲ, ἵνα πάντες ἓν ὦσιν. Ἐπὶ τούτοις, καὶ πλείοσι τοῖς σεσιωπημένοις, οὕτω σαφῶς καὶ ἀναντιῤῥήτως ἀναγκαίαν μὲν εἶναι πλη ροφορηθεὶς τὴν παρὰ πάσης ὁμοῦ τῆς τοῦ Θεοῦ Ἐκ κλησίας, κατὰ τὸ θέλημα τοῦ Χριστοῦ, ἐν Πνεύματι ἁγίῳ συμφωνίαν, ἐπικίνδυνον δὲ καὶ ὀλεθρίαν ἐν τῇ πρὸς ἀλλήλους διαστάσει τὴν πρὸς Θεὸν ἀπείθειαν (Ὁ γὰρ ἀπειθῶν, φησὶ, τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτὸν), ἐκεῖνο ἀκόλουθον ἡγησάμην ἐξετάσαι λοιπόν· ποῖα μὲν ἄρα συγγνώμην τῶν ἁμαρτημάτων ἔχειν δύ ναται παρὰ τῷ Θεῷ, πόσα δέ τις καὶ πηλίκα ἁμαρτήσας, ὑπεύθυνος γίνεται τῷ κρίματι τῆς ἀπειθείας.

Εὑρίσκω τοίνυν, ἀναλαβὼν τὰς θείας Γραφὰς, ἐν τῇ Παλαιᾷ καὶ Καινῇ ∆ιαθήκῃ, οὔτε ἐν τῷ πλήθει τῶν ἁμαρτανομένων, οὔτε ἐν τῷ μεγέθει τῶν ἁμαρτημάτων, ἐν μόνῃ δὲ τῇ παραβάσει οὑτι νοσοῦν προστάγματος, σαφῶς κρινομένην τὴν πρὸς Θεὸν ἀπείθειαν, καὶ κοινὸν κατὰ πάσης παρακοῆς τοῦ Θεοῦ τὸ κρῖμα· ἐν μὲν τῇ Παλαιᾷ τὸ φοβερὸν ἐκεῖνο τοῦ Ἄχαρ ἀναγινώσκων τέλος, ἢ τὴν κατὰ τὸν ἐν Σαββάτῳ ξύλα συλλέξαντα ἱστορίαν, ὧν ἑκάτερος οὐδὲν οὐδεπώποτε ἄλλως οὐκ εἰς Θεὸν ἡμαρτηκὼς, οὐκ ἄνθρωπον ἠδικηκὼς, οὐ μέγα, οὐ μικρὸν ὅλως εὑρίσκεται. Ἀλλ' ὁ μὲν, ἐπὶ μόνῃ καὶ πρώτῃ τῶν ξύλων συλλογῇ ἀπαραίτητον δίδωσι τὴν δίκην, οὐδὲ μετανοίας τόπον εὑρών· προστάγματι γὰρ τοῦ Θεοῦ παρὰ παντὸς τοῦ λαοῦ παραχρῆμα λι θοβολεῖται· ὁ δὲ, ὅτι μόνον ὑφείλετό τι τῶν ἀναθεμά των οὔπω εἰσενεχθέντων εἰς τὴν συναγωγὴν, οὐδὲ προσδεχθέντων ὑπὸ τῶν ἐπιτεταγμένων τὰ τοιαῦτα, αἴτιος ἀπωλείας οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ γαμετῇ καὶ τέκνοις, πρὸς δὲ καὶ αὐτῇ τῇ σκηνῇ σὺν πᾶσι τοῖς ἰδίοις ἐγένετο. Ἔμελλε δὲ ἤδη καὶ πάντα τὸν λαὸν πυρὸς τρόπον ἐπινέμεσθαι τῆς ἁμαρ τίας τὸ κακὸν, καὶ ταῦτα οὔτε εἰδότα τὸ γεγονὸς, οὐδὲ συνεγνωκότα τῷ ἁμαρτήσαντι, εἰ μὴ ταχέως ἐκ τῆς πτώσεως τῶν ἀναιρεθέντων ἀνδρῶν συνετρίβη μὲν ὁ λαὸς αἰσθόμενος τῆς ὀργῆς τοῦ Θεοῦ· ἔπεσε