1

 2

 3

 4

 5

 6

2

ταῦτα τὴν ἀνθρωπείαν ἀρετὴν βελτίους ποιῆσαι; Ἦ που καὶ τὰς τοῦ γείτονος ὄρους κορυφὰς διηγούμενοι, ὡς ὑπερνεφεῖς τέ εἰσι καὶ ἐπὶ πολὺ τοῦ ἀέρος διαν εστήκασιν, ἑαυτοὺς ἀπατήσομεν ὡς τοῖς ἀνδράσι διὰ τούτων ἐκπληροῦντες τὸν ἔπαινον; Πάντων ἐστὶ καταγελαστότατον, ὅλου τοῦ κόσμου παρὰ τῶν δι καίων ὑπεροφθέντος, ἡμᾶς ἐξ ὀλίγων τῶν ἀτιμα σθέντων πληροῦν αὐτοῖς τὰ ἐγκώμια. Ἀρκεῖ τοίνυν ἡ μνήμη πρὸς ὠφέλειαν διηνεκῆ. Οὐ γὰρ δὴ ἐκείνοις 31.493 χρεία προσθήκης εἰς εὐδοκίμησιν, ἀλλ' ἡμῖν τοῖς ἐν τῷ βίῳ ἀναγκαία ἡ μνήμη διὰ τὴν μίμησιν. Ὥσπερ γὰρ τῷ πυρὶ αὐτομάτως ἕπεται τὸ φωτίζειν, καὶ τῷ μύρῳ τὸ εὐωδεῖν· οὕτω καὶ ταῖς ἀγαθαῖς πράξεσιν ἀναγκαίως ἀκολουθεῖ τὸ ὠφέλιμον. Καίτοι οὐδὲ τοῦτο μικρὸν, ἀκριβῶς τυχεῖν τῆς ἀληθείας τῶν τότε.

Ἀμυδρὰ γάρ τις φήμη πρὸς ἡμᾶς διεδόθη, τὰς ἐπὶ τῶν ἀγώνων ἀνδραγαθίας τοῦ ἀνδρὸς διασώζου σα. Καί πως δοκεῖ τὸ καθ' ἡμᾶς τῷ τῶν ζωγρά φων προσεοικέναι. Καὶ γὰρ ἐκεῖνοι, ἐπειδὰν ἐξ εἰκό νων μεταγράφωσι τὰς εἰκόνας, πλεῖστον, ὡς εἰκὸς, τῶν ἀρχετύπων ἀπολιμπάνονται· καὶ ἡμᾶς, αὐτῆς τῆς θέας τῶν πραγμάτων ἀπολειφθέντας, κίνδυνος οὐ μικρὸς τὴν ἀλήθειαν ἐλαττῶσαι. Ἀλλ' ἐπειδὴ ἐνέστηκεν ἡ ἡμέρα ὑπόμνησιν φέρουσα μάρτυρος, ἐπιφανῶς τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις ἐναθλήσαν τος, εἴπωμεν ὅσα οἴδαμεν. Οὗτος ἔφυ μὲν ἀπὸ τῆς πόλεως ταύτης, ὅθεν καὶ μᾶλλον αὐτὸν ἀγαπῶμεν, διότι οἰκεῖος ἡμῖν ὁ κόσμος ἐστίν. Ὥσπερ γὰρ τὰ εὔκαρπα τῶν φυτῶν, οὓς ἂν ἐκθρέψῃ καρποὺς, τῇ οἰκείᾳ γῇ παρατίθεται· οὕτω καὶ οὗτος ἐκ τῶν λα γόνων τῆς ἡμετέρας ἀναδραμὼν, καὶ πρὸς μήκιστον ὕψος τῆς δόξης διαναστὰς, τῇ ἐνεγκούσῃ καὶ θρε ψαμένῃ τῶν οἰκείων τῆς εὐσεβείας καρπῶν τὴν ἀπό λαυσιν ἐχαρίσατο. Καλοὶ μὲν γὰρ καὶ οἱ ἐκ τῆς ὑπερ ορίας καρποὶ, ὅταν ἡδεῖς τε ὦσι καὶ τρόφιμοι· πολλῷ μέντοι ἡδίους τῶν ἐπηλύδων οἱ ἡμεδαποὶ καὶ ἐγχώριοι, πρὸς τῇ ἀπολαύσει ἔτι καὶ καλλωπισμόν τινα ἡμῖν διὰ τῆς οἰκειότητος χαριζόμενοι. Ἐγκατ ειλεγμένος δὲ στρατείᾳ ἐπιφανεῖ, ὡς ἑκατὸν στρατιωτῶν ἀρχὴν πιστευθῆναι, καὶ σώματος ῥώμῃ καὶ ψυχῆς ἀνδρίᾳ τοῖς στρατιωτικοῖς καταλόγοις ἐμπρέπων. Ἐπεὶ δὲ ὁ τότε τύραννος τὸ πικρὸν καὶ ἀνήμερον τῆς ψυχῆς μέχρι τοῦ πολέμου τῆς Ἐκ κλησίας ἐξέτεινε, καὶ ἦρε χεῖρα θεομάχον κατὰ τῆς εὐσεβείας, κηρύγματα δὲ ἦν πανταχοῦ, καὶ διαγράμ ματα ἥπλωτο κατὰ πᾶσαν ἀγορὰν καὶ πάντα τόπον ἐπίσημον, μὴ προσκυνεῖσθαι Χριστὸν, ἢ θάνατον εἶ ναι τὴν ζημίαν τοῖς προσκυνοῦσι· καὶ πρόσταγμα ἦν ὑποκύπτειν εἰδώλοις ἅπαντας, καὶ λίθους καὶ ξύλα χαράγματι τέχνης μεμορφωμένα θεοὺς ἡγεῖ σθαι, ἢ τοὺς μὴ πειθομένους πάσχειν ἀνήκεστα· σύγχυσις δὲ ἦν καὶ ταραχὴ διὰ πάσης τῆς πόλεως, καὶ λεηλασίαι κατὰ τῶν εὐσεβούντων· χρήματα διηρπάζετο, πληγαῖς τὰ τῶν φιλοχρίστων σώματα κατεξαίνετο, γυναῖκες εἵλκοντο διὰ μέσης τῆς πόλεως· οὐ νεότης ἐλεεινὴ, οὐ γῆρας αἰδέσιμον ἦν· 31.496 ἀλλ' οἱ μηδὲν ἀδικοῦντες τὰ τῶν κακούργων ὑπέμε νον, ἐστενοχωρεῖτο τὰ δεσμωτήρια, ἔρημοι ἦσαν οἱ εὐθηνούμενοι τῶν οἴκων, αἱ δὲ ἐρημίαι πλήρεις τῶν φυγαδευομένων· ἔγκλημα δὲ ἦν τοῖς ταῦτα πάσχου σιν ἡ εὐσέβεια, καὶ πατὴρ παρεδίδου παῖδα, καὶ πατέρα υἱὸς κατεμήνυεν, ἀδελφοὶ κατ' ἀλλήλων ἐμαί νοντο, καὶ δοῦλοι δεσπόταις ἑαυτῶν ἐπανίσταντο· δεινὴ δέ τις νὺξ κατειλήφει τὸν βίον, πάντων ἀγνοησάντων ἀλλήλους ἐκ τῆς τοῦ διαβόλου φρενοβλαβείας· κατεβάλλοντο μὲν οἶκοι προσευχῆς ὑπὸ χειρῶν ἀν οσίων, ἀνετρέπετο δὲ θυσιαστήρια, καὶ οὐκ ἦν προσ φορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι, ἀλλὰ κατήφεια δεινὴ, ὥσπερ τις νεφέλη, τὰ πάντα κατεῖχεν· ἀπελήλαντο μὲν οἱ τοῦ θείου θεραπευταὶ, διεπτόητο δὲ πᾶς τῆς εὐσεβείας θίασος, δαίμονες δὲ κατεχόρευον, κνίσσαις καὶ αἵμασι τὰ πάντα κατα μιαίνοντες· τότε ὁ γενναῖος οὗτος προλαβὼν τὴν ἐκ τῶν δικαστηρίων ἀνάγκην, ῥίψας τὴν ζώνην, ὑπερόριος ἦν, ὑπεριδὼν δυναστείας, ὑπεριδὼν δό ξης, πλούτου παντοδαποῦ, συγγενείας, φίλων,