1

 2

 3

 4

 5

 6

 7

6

πάλιν ἔρχεται ὁ κακὸς συμμεριστὴς ἡμῶν, ἀξιῶν τὴν σήμερον ἑαυτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ· καὶ οὕτως ἀεὶ τὸ μὲν παρὸν δι' ἡδονῆς ὑφαιρούμενος, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῶν προσαφιεὶς, λανθάνει ἡμᾶς ἀποβουκολῶν τῆς ζωῆς. Τοιαύτην εἶδον ἐγώ ποτε πανουργίαν ὄρνιθος εὐμηχάνου. Εὐαλώτων γὰρ αὐτῇ τῶν νεοττῶν ὑπαρ χόντων δι' ἁπαλότητα, ἑαυτὴν προβαλλομένη ὡς ἕτοιμον θήραμα, καὶ ταῖς χερσὶ τῶν ἀγρευόντων ἐνστρεφομένη, οὔτε ἁλώσιμος ἦν ἐκ τοῦ προχείρου τοῖς θηρευταῖς, οὔτε ἀπόγνωσιν αὐτοῖς ἐνεποίει 31.440 τῆς ἄγρας· ἀλλὰ ταῖς ἐλπίσιν αὐτοὺς ποικίλως πα ρακατέχουσα, τῇ περὶ ἑαυτὴν ἀσχολίᾳ, τοῖς νεοσσοῖς τὴν ἄδειαν τῆς φυγῆς προεξένησεν, εἶτα τὸ τελευ ταῖον καὶ αὐτὴ συναπέπτη. Φοβήθητι μὴ καὶ σὺ τὰ παραπλήσια πάθῃς, ἐν ταῖς περὶ τῶν ἀδήλων ἐλπίσι τὰ φανερὰ προϊέμενος. ∆εῦρο δὴ οὖν μοι, ὅλον σεαυ τὸν μετάθες ἐπὶ τὸν Κύριον· ἐπίδος σεαυτοῦ τὴν ὀνομασίαν· καταγράφηθι μετὰ τῆς Ἐκκλησίας.

Ὁ στρατιώτης καταλόγοις ἐναριθμεῖται· ὁ ἀθλητὴς ἐν απογραψάμενος ἀγωνίζεται· ὁ δημότης πολιτο γραφηθεὶς τοῖς φυλέταις ἐναριθμεῖται. Πᾶσι τούτοις ὑπεύθυνος εἶ, ὡς στρατιώτης Χριστοῦ, ὡς ἀθλητὴς εὐσεβείας, ὡς τὸ πολίτευμα ἔχων ἐν οὐρανοῖς. Ἀπο γράφηθι ἐν ταύτῃ τῇ βίβλῳ, ἵνα μεταγραφῇς εἰς τὴν ἄνω. Μάθε, διδάχθητι εὐαγγελικὴν πολιτείαν, ὀφθαλμῶν ἀκρίβειαν, γλώσσης ἐγκράτειαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινὸν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν. Ἀγγαρευόμενος προστίθει· ἀπο στερούμενος μὴ δικάζου· μισούμενος ἀγάπα· διω κόμενος ἀνέχου· βλασφημούμενος παρακάλει. Νε κρώθητι τῇ ἁμαρτίᾳ· συσταυρώθητι τῷ Χριστῷ· ὅλην τὴν ἀγάπην μετάθες ἐπὶ τὸν Κύριον. Ἀλλὰ χα λεπὰ ταῦτα. Τί δὲ τῶν ἀγαθῶν εὔκολον; Τίς καθ εύδων τρόπαιον ἔστησε; Τίς τρυφῶν καὶ καταυλού μενος τοῖς τῆς καρτερίας στεφάνοις κατεκοσμήθη; Οὐδεὶς μὴ δραμὼν ἀνείλετο τὸ βραβεῖον. Πόνοι γεν νῶσι δόξαν, κάματοι προξενοῦσι στεφάνους. ∆ιὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βα σιλείαν τῶν οὐρανῶν, φημὶ κἀγώ· ἀλλὰ ταύ τας μὲν τὰς θλίψεις ἡ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μακαριότης ἐκδέχεται· τοὺς δὲ τῆς ἁμαρτίας καμά τους τὸ τῆς γεέννης ἐπίπονον καὶ σκυθρωπὸν ἀνα μένει. Ἀλλὰ γὰρ ἀκριβῶς σκοποῦντι, οὐδὲ τὰ τοῦ διαβόλου ἔργα τοῖς ἐργάταις τῆς ἀνομίας ἀκμητὶ παραγίνεται. Ποῖοι ἱδρῶτες τῆς σωφροσύνης; Ὁ δὲ πορνεύων καθίδρως ἐστὶ, τῆς ἡδονῆς αὐτὸν ἐκτηκού σης.

Τί τοσοῦτον ὑφαιρεῖ τοῦ σώματος ἡ ἐγκρά τεια, ὅσον ἡ βδελυρὰ καὶ λυσσώδης ἀκολασία δια φθείρει; Νύκτες δὲ ἄϋπνοι τῶν διανυκτερευόντων ἐν προσευχαῖς· ἀλλὰ πολλῷ χαλεπώτεραι τῶν ἐπαγρυ πνούντων ταῖς ἀδικίαις. Ὅ τε γὰρ φόβος τοῦ φωραθήσεσθαι, καὶ ὁ ἐπὶ ταῖς ἡδοναῖς οἶστρος πᾶσαν ἀνάπαυσιν παντελῶς ἀπελαύνει. Εἰ δὲ, φεύγων τὸ στενὸν τῆς ἐπὶ σωτηρίαν φερούσης, τὸ εὐρύχωρον διώκεις τῆς ἁμαρτίας, φοβοῦμαι μὴ, μέχρι τέλους τὴν πλατεῖαν ὁδεύσας, ἀκόλουθον εὕρῃς τῇ ὁδῷ τὸ κατάλυμα. Ἀλλὰ δυσφύλακτος ὁ θησαυρός. Καὶ ἐπαγρύπνησον, ἀδελφέ. Ἔχεις συνεργοὺς, ἐὰν θέλῃς, προσευχὴν νυκτοφυλακοῦσαν, νηστείαν οἰκουροῦσαν, ψαλμῳδίαν ψυχαγωγοῦσαν. Ταύτας συμπαράλαβε. Αὗται συναγραυλείτωσάν σοι ἐπὶ τὰς φυλακὰς τῶν 31.441 τιμίων. Τί βέλτιον, εἰπέ μοι, πλουτοῦντας ἡμᾶς ὑπὲρ τῆς φυλακῆς τῶν τιμίων ἀγωνιᾷν, ἢ μηδὲ ἔχειν τὴν ἀρχὴν ὃ φυλάξωμεν; Οὐδεὶς φόβῳ τῶν στερήσεων τὰ ἀγαθὰ ἀπωθεῖται. Οὕτω γὰρ ἂν οὐδὲν τῶν ἀνθρωπίνων συνέστη, εἰ ἐφ' ἑκάστῳ τῶν σπουδαζομένων τὰς ἀποτυχίας ἐλογιζόμεθα. Παράκειται γὰρ τῇ γεωργίᾳ μὲν ἡ ἀφορία, ταῖς ἐμπορίαις δὲ τὰ ναυάγια, τοῖς γάμοις αἱ χηρεῖαι, ταῖς παιδοτροφίαις αἱ ἀτεκνώσεις. Ἀλλ' ὅμως ἐγχειροῦμεν τοῖς ἔργοις, ταῖς χρηστοτέραις ἐλπίσιν ἐπερειδόμενοι· τὴν δὲ τῶν ἐλπισθέντων ἔκβασιν ἀνατιθέντες τῷ τὰ ἡμέτερα οἰκονομοῦντι Θεῷ. Σὺ δὲ λόγῳ μὲν ἀποσεμνύνεις τὸν ἁγιασμόν· ἔργῳ δὲ τοῖς κατεγνωσμένοις ἐνδιατρίβεις. Ὅρα μή