1

 2

 3

 4

 5

4

ἦν μέγας, διότι γῆ ἐστι καὶ σποδός. Ὁ γὰρ γινώσκων ὅσον μεταξὺ Θεοῦ καὶ ἀνθρώπων, οἶδεν ἑαυτόν. Ἄκουε καὶ ἄλλους μακαρισμούς. «Μακάριοι ὧν ἀφείθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.» Θεὸς μακαρίζει, καὶ σὺ ἀποκωλύεις; Ἆρα πότερον ὡς βουλόμεθα λέγουσιν αἱ Γραφαὶ, ἢ ὡς γέγραπται ὀφείλομεν ἀκολουθῆσαι; Καὶ ταῦτα καθ' ἡμῶν.

Οὐ καλὴ ἡ φιλονεικία, ἐλπίδα ἀποκό πτουσα. Ἀλλ' ἐπειδὴ ἐπαγγελλόμεθα μετὰ τὸ βά πτισμα συγχώρησιν (τοῦτο γὰρ τὸ συνεκτικώτατον πρὸς τὴν κακουργίαν), γράφει ὁ Ἀπόστολος ἐν τῇ προτέρᾳ Ἐπιστολῇ πρὸς Κορινθίους, ὅτι «Πορνεία ὅλως ἐν ὑμῖν ὀνομάζεται, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται.» Ἠκούσατε τὸ μέ γεθος τοῦ κακοῦ, ἀκούσατε καὶ τὸ μέγεθος τῆς ἀποφάσεως. «Συναχθέντων, φησὶν, ὑμῶν, καὶ τοῦ ἐμοῦ πνεύματος ἐν τῇ δυνάμει τοῦ Χριστοῦ, παρα δοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρ κὸς, ἵνα τὸ πνεῦμα σωθῇ.» Παιδεύει, οὐ γὰρ ὡς ἐχθρὸς ἀποῤῥίπτει. Ἐν μὲν τῇ προτέρᾳ τῷ Σατανᾷ παραδέδωκεν· ἐν δὲ τῇ δευτέρᾳ γράφει οὐδὲν τῇ προτέρᾳ ἐναντίον. «Κυρῶσαι εἰς αὐτὸν ἀγάπην, μὴ τῇ ὑπερβολῇ τῆς λύπης ἀπόληται ὁ τοιοῦτος.» Ἔλυσε καὶ τὰ ἄλυτα ὁ Ἀπόστολος. Τότε λέγει παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ· μετὰ ταῦτα περὶ τοῦ αὐτοῦ γράφων καὶ συγχωρῶν, φησίν· «Ἵνα μὴ πλεονεκτη θῶμεν ὑπὸ Σατανᾷ.» Ἐὰν γὰρ λάβῃ τινὰ ἡμῶν, καὶ 31.1485 ἐπλεονέκτησεν ἡμῶν. Ἐξέρχεται πρόβατον ἀπὸ ποί μνης, λύκων γίνεται βορά. Εἰσάγαγε, ἵνα φύγῃ τὴν ἐπιβουλήν· ὥσπερ οἱ ἀγαθοὶ ποιμένες, κἂν ἀρθῇ τὸ πρόβατον, δέρμα γοῦν σπεύδουσι λαβεῖν. Εἰ δέρμα νεκροῦ καλὸν ἀποσπάσαι, ψυχὴν ἀπὸ στόματος λύκου οὐκ ἄξιον λαμβάνειν; Καὶ ἐν πολέμῳ τιτρώ σκεται ἀριστεὺς, καὶ οὐχ ὅτι ἐτρώθη, διὰ τοῦτο οὐ στέφεται· ἀλλ' ἔλαβε τραύματα πολλὰ ἐργασάμενος. Τὸ μὲν ἓν λογίζεται κακὸν, τὰ δὲ πολλὰ ἀγαθὰ οὐ λογίζεται Θεός· Πόσοι μάρτυρες, πρῶτον ἀρνησάμε νοι, τὸ δεύτερον ἀνεκαλέσαντο τὴν ἧτταν; Ἀλλ' ἀρ νησάμενοι οὐχὶ τῇ διανοίᾳ, ἀλλὰ τῇ γλώττῃ. Ἡ σὰρξ γὰρ ἀσθενής. Ἀπαρνούμενος ἐκπίπτει, πάλιν ὁμο λογῶν ἀνακαλεῖται. Οὐ γὰρ τὰ κακὰ φυλάττει ὁ Θεὸς, τὰ δὲ καλὰ ἀθετεῖ. Καὶ βασανιζόμενός τις, πολλάκις ἐνέδωκε, μὴ ἐνεγκὼν, οὐ τὴν προθυμίαν, ἀλλὰ τὸν πόνον. Ἀλλὰ κατενεχθεὶς, καὶ ἄνεσιν λαβὼν, ἀνακα λεῖται. Τὸ μικρὸν ῥῆμα φυλαχθήσεται αὐτῷ, αἱ δὲ βάσανοι οὐκ ἀριθμηθήσονται; Ἀλλὰ Θεὸς κριτὴς, οὐκ ἀνθρώπων ἡ τόλμα. Τολμᾷς νομοθετεῖν Θεῷ, ὃς οἶδε τὴν ἀσθένειαν, καὶ χορηγεῖ τὴν βοήθειαν, καὶ δώσει τὴν νίκην; Πόσοι οὐκ ἀπὸ καλοῦ βίου ἐμαρτύρησαν; Ἆρα ἐπειδὴ ἐπέστρεψεν ἐπιθυμία, ἀποστερηθήσονται τῶν καμάτων; Οὐκ ἄγγελοί ἐσμεν, ἀλλ' ἄνθρωποι· καὶ πίπτομεν καὶ ἐγειρόμεθα, καὶ πολλάκις τῆς αὐτῆς ὥρας. «Καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ.» ∆ιὰ τί; Εἰ γὰρ μέτρον τί ἐστι τῆς δικαιοσύνης, πάντες ὀφείλουσι τὸ ἴσον ἔχειν· εἰ δὲ οἱ μὲν λάμπουσιν ὡς ὁ ἥλιος, οἱ δὲ αὐγάζουσιν ὡς σελήνη, οἱ δὲ κατὰ τὴν διαφορὰν τῶν ἄστρων λάμπουσι, δῆλον, ὅτι ἄλλος ὑπερέχει· ὁ δὲ ἐλαττούμενος δῆλον ὅτι ἔχει μικρὰ ἁμαρτήματα.

Εἰ δὲ οὐδενὸς ἁμαρτήσαντος ἡ ἄφεσις, ἡ διαφορὰ ἦν ἐν τῇ ποικιλίᾳ. Ἀλλ' ἐπειδὴ ἀναγκαῖόν ἐστι δεῖξαι μετὰ τὸ βά-πτισμα σωζομένους τοὺς παραπεσόντας, φοβούμενος λέγω, μὴ παρὰ τὸ ἐμὸν βούλημα ἀποστῆτε· πάνυ γὰρ θέλω τοὺς λαμβάνοντας τὸ βάπτισμα μὴ ἁμαρτάνειν. Εἰ δὲ παραπίπτοιέν ποτέ τινες μὴ βουλόμενοι, οὐ βούλομαι ὃ βούλονται οἱ τὴν μετάνοιαν ἀναιροῦντες, μὴ βουλόμενοι συναποθανεῖν ἡμᾶς τῷ σταυρῷ· ἀλλ' ὃ Ἀπόστολος, καὶ συνταφῆναι αὐτῷ, καὶ μηκέτι ζῇν ἁμαρτίᾳ, τοῦτο μὲν βούλομαι. «Οὐκ ἀθετῶ δὲ τὴν χάριν τοῦ Θεοῦ,» Γαλάταις γράφων ὁ Ἀπόστολός φησιν, ὅτι ἔλαβον Πνεῦμα. Μὴ τούτου ἐναργέστερον ζητεῖς; Ἀλλ' ἐπιφέρει· «Οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι Πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε.» Οὐκοῦν εἰλήφασι Πνεῦμα. Καὶ πάλιν· «Τοῦτο μόνον θέλω