1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

50

κρίνωνται δι' ἀπορίαν Ἁγίων, σημεῖον καὶ τοῦτο ἐγκαταλείψεως· ἀφεῖλε γὰρ Κύριος καὶ δικαστήν. Καὶ Προφήτην καὶ στοχαστήν. Πᾶσα προφητεία παρὰ Ἰου δαίοις, μέχρι Ἰωάννου· τὸ δὲ ἀπ' ἐκείνου, ἐπιλέλοιπεν αὐτούς. Καὶ ὁ τοῦ νόμου δὲ πνευματικῶς στοχαζόμενος τοῦ βουλήμα τος παρ' αὐτοῖς οὐκ ἔστι, διὰ τὴν πώρωσιν τὴν γενομένην τῷ Ἰσραήλ. Ἀλλὰ καὶ ἐν τῇ Ἐκκλησίᾳ χάρισμά ἐστι προφητικὸν, διὰ τὸν θέμενον ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον Ἀποστόλους, δεύτερον Προφήτας. Ἐὰν οὖν ποτε εἰσέλθωσιν ἄπι στοι ἢ ἰδιῶται, καὶ μὴ ἐλεγχθῶσι, μηδὲ ἀνακριθῶσι, γνώ ρισμα καὶ τοῦτο ἐγκαταλείψεως· Ἐὰν γὰρ (φησὶ) προφη τεύητε, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται. Οὐκοῦν Προφήτης μέν ἐστιν, ὁ κατὰ ἀποκάλυψιν τοῦ Πνεύματος προαγορεύων τὸ μέλλον· στο χαστὴς δὲ, ὁ διὰ σύνεσιν ἐκ τῆς τοῦ ὁμοίου παραθέσεως, διὰ τὴν πεῖραν τῶν προλαβόντων, τὸ μέλλον συντεκμαιρόμενος· ὁ λέγων· «Ἐὰν ποιήσωμεν τὰ Σοδόμων, ὅμοια ἐκείνοις πει σόμεθα» ἢ ὅτι «Ἐὰν μετανοήσωμεν ὡς οἱ Νινευῖται, παραπλησίως ἐκείνοις ἐλεηθησόμεθα». 3.103 Καὶ πρεσβύτερον. Ἐν τοῖς ἀπειλουμένοις ἐστὶ καὶ ἡ τοῦ πρεσβυτέρου ἀφαίρεσις, ὡς ὄφελος οὐ μικρὸν ἐκ τοῦ παρεῖναι παρέ χοντος. Ἆρ' οὖν ὁ ὁπωσοῦν τῆς προεδρίας ἀξιωθεὶς καὶ ἐγκαταλεγεὶς τῷ πρεσβυτερίῳ, οὗτος πρεσβύτερος; ἢ ὁ φέρων τὸν χαρακτῆρα τοῦ πρεσβυτέρου ἀνεγκλήτως, μάλιστα μὲν ἀπείρατος γυναικός; Εἰ δὲ ἄρα, κατὰ τὸν τοῦ Κυρίου νόμον, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα· μὴ αὐθάδης, μὴ ὀργίλος, μὴ πάροινος, μὴ αἰσχροκερδής· ἀλλὰ φιλόξενος, φιλάγαθος, σώφρων· ὅσιος, δίκαιος, ἐγκρατής· ἀντεχό μενος τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ὡς δυνατὸς εἶναι καὶ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν, οὗτος πρεσβύτερος, ὃν ἀπὸ τοῦ ἁμαρτάνοντος λαοῦ ἀφαιρεῖται Κύριος. Ὡς ἰσχύοντα καὶ ἰσχύουσαν, ὡς ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδα τος, ὡς πολεμιστὴν, ὡς δικαστὴν, οὕτω καὶ πρεσβύτερον. Ὅταν οὖν ἴδῃς ὄντας μέν τινας ἀξίους τοῦ ἐγκατατάσσεσθαι τοῖς πρεσβυτέροις, λανθάνοντας δὲ, ἢ ἀμελουμένους, καὶ ἀντ' αὐτῶν τοὺς ἀναξίους προβεβλημένους, γίνωσκε ὅτι ἀπὸ τοῦ τοιούτου λαοῦ ἀφεῖλεν ὁ Κύριος πρεσβύτερον. Ἡλίκου δέ ἐστι χρεία τραπεζίτου, ὥστε μὴ διαλανθάνειν αὐτὸν τὸν ἐν τούτοις δόκιμον, ἔδειξεν ὁ Θεὸς τῷ μεγάλῳ αὐτοῦ θεράποντι Μωϋσεῖ, τὴν τῶν τοιούτων ἐκλογὴν ἐπιτρέψας· Συνάγαγε γάρ μοι (φησὶ) ἑβδομήκοντα ἄνδρας, ἀπὸ τῶν πρεσβυτέρων τοῦ Ἰσραὴλ, οὓς αὐτὸς σὺ οἶδας, ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ· καὶ συνάξεις αὐτοὺς ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυ ρίου καὶ στήσονται ἐκεῖ μετὰ σοῦ. Καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύ ματος τοῦ ἐπὶ σοί, καὶ ἐπιθήσω ἐπ' αὐτοὺς καὶ συναντιλή ψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ τούτου, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος. 3.104 Τούτους δὲ χρὴ εἶναι προσήκοντας καθ' ἡλικίαν, πολλῶν μὲν πεπειραμένους διὰ τὸν χρόνον, καὶ τὸ εὐσταθὲς τῶν ἠθῶν ἐκ τῆς ἐπανθούσης αὐτοῖς πολιᾶς ὑποφαίνοντας. ∆όξα γὰρ πρεσβυτέρων, πολιά. Εἰ δέ που καὶ ἐν ἡλι κίᾳ νέᾳ πρεσβυτικὸν εὑρεθείη φρόνημα, οὐκ ἀτιμαστέον τὸ δῶρον, ἀλλὰ πιστευτέον τῷ λέγοντι· Πολιὰ δέ ἐστι φρό νησις ἐν ἀνθρώποις. Πλεῖον γὰρ τῷ ὄντι εἰς πρεσβυτέρου σύστασιν τῆς ἐν θριξὶ λευκότητος, τὸ ἐν φρονήσει πρεσβυ τικόν. Μήποτε γὰρ τοῦτο βούλεται καὶ ὁ λόγος· Ἀπὸ προσ ώπου πολιοῦ, ἐξαναστήσῃ καὶ τιμήσεις πρόσωπον πρεσβυ τέρου. Ἐὰν γάρ τις ᾖ, κατὰ τὸν σοφὸν ∆ανιὴλ, νέος μὲν τὸ σῶμα, πολιὸς δὲ τὴν φρόνησιν, δικαιότερος προτιμᾶσθαι τῶν τὰς σωματικὰς πολιὰς ἐν ἀκολάστῳ τῇ προαιρέσει προφερόντων, κατὰ τοὺς ἐπὶ τῆς Βαβυλωνίας πρεσβυτέρους, τοὺς πεπαλαιωμένους ἡμερῶν κακῶν. ∆ιὸ καὶ ἐπὶ τὸν ∆ανιὴλ, παιδάριον ὄντα καὶ νεώτερον κατὰ τὴν αἰσθητὴν ἡλικίαν, τὴν δὲ νοητὴν πολιὰν ἐπὶ τῆς φρονήσεως ἔχοντα, μετῆλθε τοῦ πρεσβυτερίου τὸ χάρισμα. Οὐ γὰρ ἐψεύδοντο λέγοντες· ∆εῦρο καὶ κάθισον ἐν μέσῳ ἡμῶν, ὅτι σοι