1

 2

 3

 4

 5

 6

5

ἀκούω· Εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐ τοῦ. Εἰ γὰρ μὴ οἰκεῖον Χριστοῦ, πῶς οἰκειοῖ τῷ Χρι στῷ; Ἀλλὰ καὶ Πνεῦμα ἀκούω τῆς ἀληθείας. Ἀλήθεια δὲ ὁ Κύριος. Ὅταν δὲ ἀκούω Πνεῦμα υἱοθεσίας, εἰς ἔννοιαν ἔρχομαι τῆς πρὸς Υἱὸν καὶ Πατέρα κατὰ τὴν φύσιν ἑνότητος. Πῶς γὰρ υἱοθετεῖ τὸ ξένον, πῶς δὲ οἰκειοῖ τὸ ἀλλότριον; Οὕτω μὲν οὖν οὔτε καινοτομῶ ῥήματα, οὔτε ἀθετῶ τὴν ἀξίαν· τοὺς δὲ τολμῶντας κτίσμα προσαγορεύειν στενάζω καὶ ὀδύρομαι, ὅτι διὰ μικροῦ σοφίσματος καὶ κι βδήλου παραλογισμοῦ ἑαυτοὺς ὠθοῦσιν ἐπὶ τὸ βά ραθρον. Ἐπειδὴ γὰρ, φησὶ, τρία ταῦτα ὁ νοῦς ἡμῶν κατείληφε, καὶ οὐδέν ἐστιν ἐν τοῖς οὖσιν ὃ μὴ ὑπὸ τὴν διαίρεσιν ταύτην ἔρχεται τῶν ὄντων. Ἢ γὰρ ἀγέννητον, φησὶν, ἐστὶν, ἢ γεννητὸν, ἢ κτιστόν· ἀλλὰ μὴν οὔτε τὸ πρῶτον, οὔτε τὸ δεύ τερον, τὸ τρίτον ἄρα. Τοῦτο ὑμῶν τὸ ἄρα τῇ αἰω 31.613 νίῳ ἀρᾷ ὑποδίκους ὑμᾶς καταστήσει. Πάντα ἐξηρεύ νησας; πάντα τοῖς σεαυτοῦ λογισμοῖς ὑπὸ διαίρε σιν ἤγαγες; οὐδὲν ἀνεξέταστον κατέλιπες; πάντα τῷ νῷ περιέλαβες; πάντα τῇ σεαυτοῦ καταλήψει συνέκλεισας; οἶδας τὰ ὑπὸ γῆν; οἶδας τὰ ἐν τῷ βυθῷ; ∆αιμόνων ἀλαζονεῖαι· Οἶδα ἐγὼ ψάμμου τ' ἀριθμὸν καὶ μέτρα θαλάσσης. Εἰ δὲ πολλὰ ἀγνοεῖς, καὶ μυριοπλάσια τῶν ἐγνω σμένων ἐστὶ τὰ ἀγνοούμενα, τί οὐχὶ μετὰ πάντων καὶ περὶ τοῦ τρόπου τῆς ὑπάρξεως τοῦ ἁγίου Πνεύ ματος τὴν ἀκίνδυνον ἄγνοιαν ἀνεπαισχύντως ὁμολο γεῖς; Ἐγὼ δὲ σχολὴν μὲν οὐκ ἄγω ἐλέγχειν τῶν λογισμῶν σου τὴν ματαιότητα, οὐδὲ δεικνύναι πόσα ἐν τοῖς οὖσι τὴν κατάληψίν σου τῶν λογισμῶν διαπέ φευγεν· ἐκεῖνο δ' ἂν ἡδέως τοὺς ἐφ' ὑμῶν ἐρω τήσαιμι, καὶ διορίζομαι πεποιθότως, ὅτι μεταμελή σει σοί ποτε τῆς ἀθέου ταύτης σοφίας, κτίσμα λέγοντι τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ φοβῇ τὴν ἀσυγχώρητον ἁμαρτίαν; Ἢ τί ποτε οἴει δυσσεβέστερον τούτου δύνασθαι βλασφημεῖν; Ἐκ γὰρ μιᾶς ταύτης φωνῆς πάντα ἐνέστη τὰ δεινότατα· ἀλλοτρίωσις ἀπὸ Θεοῦ κατ' αὐτὴν τὴν φύσιν, δουλείας ταπείνωσις, διακο νίαι λειτουργικαὶ, ἁγιασμοῦ στέρησις, τοῦ κατὰ φύ σιν οὐ προσόντος, καὶ περιστήσεται τῷ Πνεύματι, οὕτω μετέχειν ἁγιασμοῦ ἐκ τῆς κατὰ χάριν διανο μῆς, ὡς καὶ τὰ λοιπὰ ἔχει ὅσα ἡγίασται. Καὶ ὥσπερ δίδοται ἡμῖν ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον, καὶ ὡς ἐπιμετρεῖται ἑκάστῳ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, οὕτως ἔσται καὶ τὸ Πνεῦμα τοῦ ἁγιασμοῦ μετέχον, εἴπερ ὄντως κτιστὸν κατὰ τὴν Πνευματομάχων ὑπόληψιν. Ἀλλὰ γὰρ μὴ συγχωρήσωμεν τὴν ἄνοιαν αὐτῶν ἀνέλεγκτον, τῶν οἰομένων πάντα τῇ ἑαυτῶν διανοίᾳ κατειληφέναι. Ἀποκρινάσθωσαν τοίνυν ἡμῖν. Τί ποτε ἄρα ἡ τοῦ αἰσθητοῦ ἡλίου οὐσία; Πότερον ἕν τι τῶν τεσσάρων ἐστὶν, ἢ σύνθετός ἐστιν ἐκ τῶν τεσσάρων; Ἀλλὰ μὴν οὔτε γῆ ἐστιν, οὔτε ἀὴρ, οὔτε ὕδωρ ἐστὶν, οὔτε πῦρ. Ταῦτα γὰρ ἐπ' εὐθείας κι νεῖται· τὰ μὲν ἄνω φερόμενα, τὰ δὲ κάτω. Γῆ μὲν γὰρ καὶ ὕδωρ κατωφερῆ ἐστι διὰ τὸ βάρος· ἀὴρ δὲ καὶ πῦρ τὴν ἄνω φορὰν κινεῖται διὰ κουφότητα· τοῦ δὲ ἡλίου κυκλοφορική ἐστιν ἡ κίνησις. Οὐ τοίνυν ἐστὶν ἓν τῶν τεσσάρων. Ἀλλὰ μὴν οὐδὲ σύνθετός ἐστιν ἐκ τούτων· διότι τὰ σύνθετα καμάτῳ συνέχεται, ἐκ μὲν τῶν ἐναντίων τὴν σύστασιν ἔχοντα, ἀντι σπώντων δὲ ἀλλήλοις τῶν ἐναντίων κατὰ τὴν κίνη σιν. Ἀκάματος δὲ τοῦ ἡλίου ἡ κίνησις, διὰ τοῦτο 31.616 καὶ ἄπαυστος. Ὥστε οὐ σύνθετος. Ἀλλὰ μὴν ἐν τοῖς σώμασιν ἢ ἁπλοῦν τί ἐστιν, ἢ σύνθετον. Οὔτε δὲ ἁπλοῦν σῶμα ὁ ἥλιος· οὐ γὰρ ἐπ' εὐθείας κινεῖται· οὔτε σύνθετον· οὐ γὰρ κάμνει κινούμενος. Οὐκ ἄρα ἐστὶν ὁ ἥλιος. Τοιαῦται ὑμῶν αἱ σοφαὶ διαιρέσεις, ὑπὸ τῶν ὀφθαλμοὺς ἐχόντων καταγελώμεναι. Πάλιν πῶς ὁρῶμεν οἱ ἄνθρωποι; Πότερον εἰσδεχόμενοι τοὺς τύπους τῶν ὁρατῶν, ἢ ἀφιέντες δύναμιν ἐξ αὐτῶν; Ἀλλὰ μὴν οὔτε δεχόμεθα τῶν ὁρατῶν τὰς εἰκόνας (πῶς γὰρ τὸ ἡμισφαίριον τοῦ οὐρανοῦ τῷ μικρῷ πόρῳ τῆς κόρης ἐμφαίνεται;), οὔτε μὴν ἀφίεμέν τι παρ' ἑαυτῶν· (πῶς γὰρ πάλιν τὸ ἐκπεμπόμενον ἐξαρκεῖ τῷ οὐρανῷ ἐφαπλοῦσθαι;) Εἰ δὲ μήτε δε χόμεθα τῶν ὁρατῶν τὰς εἰκόνας, μήτε τινὰ δύναμιν ἐξ ἑαυτῶν ἀποπέμπομεν, οὐκ ἄρα ὁρῶμεν. Τί οὖν; ἐλέγξω ὑμῶν