1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

38

νὴν πεῖραν τοῦ τρόπου ἐν τῷ παρελθόντι βίῳ δεδω κότα. Καὶ οὗτοι γὰρ, φησὶ, δοκιμαζέσθωσαν πρῶ τον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. Οὕτω καὶ ὁ τοιοῦτος ἐπιτρεπέσθω τὴν προστασίαν, καὶ τὴν εὐταξίαν ὁριζέτω τῇ ἀδελφότητι, τὴν διανομὴν τῶν ἔργων, καθ' ὃ ἕκαστος ἐπιτηδείως ἔχει, ποιούμενος.

ΕΡΩΤΗΣΙΣ Μ∆ʹ. Τίσιν ἐπιτρέπειν χρὴ τὰς ἀποδημίας· καὶ πῶς ἐπανιόντας

αὐτοὺς ἀνακρίνειν. ΑΠΟΚΡΙΣΙΣ. Τὴν μὲν ἀποδημίαν ἐπιτρεπέτω τῷ δυναμένῳ ἀβλαβῶς τῇ ἑαυτοῦ ψυχῇ καὶ ὠφελίμως τοῖς συν τυγχάνουσιν αὐτὴν ἐκτελεῖν. Ὡς ἐὰν μὴ παρῇ ὁ ἐπιτήδειος, βέλτιον ἐν ἐνδείᾳ τῶν ἀναγκαίων πᾶ σαν θλίψιν καὶ στενοχωρίαν μέχρι καὶ θανάτου ὑπενεγκεῖν, ἢ παραμυθίας ἕνεκεν σωματικῆς βλά βην ψυχῆς ὁμολογουμένην περιορᾷν. Καλὸν γάρ μοι, φησὶν ὁ Ἀπόστολος, μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύ χημά μου ἵνα τις κενώσῃ· καὶ τοῦτο ἐν τοῖς ἐπ' ἐξουσίας· πόσῳ οὖν μᾶλλον ἐν τοῖς κατ' ἐντολήν; Καίτοιγε οὐδὲ τοῦτο ἀπαραμύθητον ὁ τῆς ἀγάπης νόμος ἀφίησιν. Ἐὰν γὰρ συμβῇ μὴ παρεῖναι μιᾷ ἀδελφότητι τὸν ἐπιτηδείως ἀποστελλόμενον, οἱ σύν εγγυς τὸ λεῖπον ἀναπληρώσουσι, κοινὰς τὰς ἀποδημίας καὶ ἀχωρίστους ἀλλήλων ποιούμενοι, ὡς τούς τε κατὰ ψυχὴν ἀσθενεῖς, ἢ καὶ κατὰ τὸ σῶμα σαθροὺς ἐν τῇ τοιαύτῃ κοινωνίᾳ τοῖς ἰσχυροτέροις συνδιασώζεσθαι, πόῤῥωθεν καὶ τοῦτο τοῦ πεπιστευ μένου προκαθιστῶντος, ὡς μὴ παρ' αὐτὰ ἐπὶ τῆς χρείας ἄπορον ἐκ τοῦ καιροῦ τῆς στενοχωρίας τὴν παραμυθίαν εὑρίσκεσθαι. Μετὰ δὲ τὴν ἐπάνοδον ἀνα κρινέτω τὸν ἀπόδημον, τίνες αἱ πράξεις, ποταπῶν ἀνδρῶν αἱ συντυχίαι αὐτῷ γεγόνασιν· οἱ λόγοι τίνες, 31.1032 οὓς πρὸς αὐτοὺς ἐποιήσατο· ποῖα τὰ τῆς ψυχῆς αὐτοῦ διανοήματα· εἰ πᾶσαν ἡμέραν καὶ πᾶσαν νύκτα τῷ φόβῳ τοῦ Θεοῦ συζῶν ἐξετέλεσεν, ἤ που παρετράπῃ, καὶ παρεκίνησέ τι τῶν δεδογμένων, ἢ ταῖς ἔξωθεν περιστάσεσιν ἐνδοὺς, ἢ τῇ οἰκείᾳ ῥᾳθυμίᾳ παραῤῥυείς. Καὶ τὸ μὲν ὀρθῶς ἐπιτελεσθὲν ἀποδοχῇ βεβαιού τω· τὸ δὲ ἐσφαλμένον τῇ ἐμμελεῖ καὶ ἐπιστημο νικῇ διδασκαλίᾳ διορθούσθω. Οὕτω γὰρ νηφα λιώτεροί τε οἱ ὁδεύοντες ἔσονται τῇ φροντίδι τῆς ἀποδόσεως τοῦ λόγου, καὶ ἡμεῖς δόξομεν μήτε ἐν καιρῷ τοῦ χωρισμοῦ ἀμελεῖν αὐτῶν τῆς ζωῆς. Καὶ τοῖς ἁγίοις δὲ τοῦτο εἶναι σύνηθες ἡ ἱστορία τῶν Πράξεων παραδίδωσι, διδάσκουσα ἡμᾶς ὅπως μὲν Πέτρος τὸν λόγον τῆς τῶν ἐθνῶν κοινωνίας, ἐπανελθὼν εἰς τὰ Ἱεροσόλυμα, τοῖς ἐκεῖ ἀποδίδωσιν· ὅπως δὲ Παῦλος καὶ Βαρνάβας παραγενόμενοι, καὶ συναγαγόντες τὴν Ἐκκλησίαν, ἀνήγγειλαν ὅσα ὁ Θεὸς ἐποίησε μετ' αὐτῶν· καὶ πάλιν, ὅτι ἐσιώπησεν ἅπαν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξ ηγουμένων ὅσα ἐποίησεν ὁ Θεός. Ἐκεῖνο μέντοι εἰδέ ναι χρὴ, ὅτι τὰς περιδρομὰς καὶ πραγματείας καὶ τὰ καπηλικὰ κέρδη παντὶ τρόπῳ φευκτέον ταῖς ἀδελφότησι.

ΕΡΩΤΗΣΙΣ ΜΕʹ Ὅτι χρὴ μετὰ τὸν προεστῶτα καὶ ἄλλον εἶναί τινα τὸν

δυνάμενον ἐν ἀπουσίᾳ ἢ ἀσχολίᾳ ἐκείνου τῶν ἀδελφῶν ἐπιμελεῖσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ἐπειδὴ συμβαίνει πολλάκις ἢ δι' ἀσθένειαν σώματος, ἢ ἀποδημίας ἀνάγκην, ἢ κατά τινα ἄλλην περίστασιν, χωρίζεσθαι τῆς ἀδελφότητος τὸν προ εστῶτα, ἔστω τις καὶ ἕτερος μετὰ δοκιμασίας αὐτοῦ τε καὶ ἄλλων τῶν ἱκανῶν δοκιμάζειν, εἰς τοῦτο ἐξειλεγμένος, εἰς τὸ, ἀπόντος ἐκείνου, διαδέχεσθαι τὴν ἐπιμέλειαν τῶν ἀδελφῶν, ὥστε καὶ τοῖς παροῦσι παρ' ἑνὸς γίνεσθαι τὰς παρακλήσεις τοῦ λόγου· ἀλλὰ μὴ ἐν τῇ ἀποδημίᾳ τοῦ προεστῶτος δημοκρα τικόν τι σχῆμα μεταλαμβάνειν τὴν ἀδελφότητα ἐπὶ διαλύσει τοῦ κανόνος καὶ τῆς παραδεδομένης εὐ ταξίας· φυλάσσεσθαι δὲ τὰ μετὰ δοκιμασίας ἐγ κριθέντα εἰς δόξαν Θεοῦ, καὶ τοῖς ἐπιδημοῦσι δὲ τῶν ξένων εἶναι τὸν ἀποκρινόμενον συνετῶς, ἵνα οἵ τε τὸν λόγον ἐπιζητοῦντες οἰκοδομῶνται τῆς ὑποθέσεως ἐπαξίως, καὶ τὸ κοινὸν τῆς ἀδελφότητος μὴ καται σχύνηται, Τὸ γὰρ