1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

36

Συμβάλλεται δὲ πρὸς κατόρθωσιν τῆς τοιαύτης δια θέσεως καὶ τὸ τοιούτους εἶναι τοὺς θεραπευομέ νους. ∆ιὸ ἐπιμελεῖσθαι αὐτῶν χρὴ τοὺς προεστῶτας σπουδαιότερον, ἵνα μὴ ὡς φιλοσώματοι γαστρὶ καὶ ἡδοναῖς δουλεύσωσιν· ἀλλ' ὡς φιλόθεοι καὶ φιλό χριστοι, δι' ὑπομονῆς τελείας, γένωνται καύχημα τοῦ Κυρίου, εἰς ὄνειδος τοῦ διαβόλου, ὡς ὁ δίκαιος Ἰώβ. ΕΡΩΤΗΣΙΣ ΡΞΑʹ. Μετὰ ποταπῆς ταπεινώσεως ὀφείλει τις δέχε σθαι τὴν ὑπηρεσίαν παρὰ τοῦ ἀδελφοῦ. ΑΠΟΚΡΙΣΙΣ. Ὡς δοῦλος παρὰ δεσπότου, καὶ οἵαν ἔδειξε Πέτρος ὁ ἀπόστολος, τοῦ Κυρίου ὑπηρετοῦντος· ἐφ' οὗ καὶ τὸν κίνδυνον τῶν μὴ καταδεχομένων τὴν ὑπηρεσίαν παιδευόμεθα. ΕΡΩΤΗΣΙΣ ΡΞΒʹ. Ποταπὴν ἐν ἀλλήλοις ἔχειν δεῖ τὴν ἀγάπην. ΑΠΟΚΡΙΣΙΣ. Οἵαν ὁ Κύριος ἔδειξε, καὶ ἐδίδαξεν, εἰπών· Ἀγα πᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μεί ζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ. Εἰ δὲ καὶ τὴν ψυχὴν θεῖναι δεῖ, πόσῳ μᾶλλον τὴν ἐν τοῖς κατὰ μέρος προθυμίαν ἐπιδείκνυσθαι ἀναγκαῖον οὐκ εἰς τὰ ἀνθρώπινα καθήκοντα, ἀλλὰ κατὰ σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, πρὸς τὸ ἑκάστῳ συμ φέρον; ΕΡΩΤΗΣΙΣ ΡΞΓʹ. Ποίῳ τρόπῳ δυνηθῇ τις κατορθῶσαι τὴν πρὸς τὸν πλησίον ἀγάπην. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν φοβούμενος τὸ κρῖμα τῶν παραβαι νόντων τὴν ἐντολὴν τοῦ Κυρίου αὐτοῦ, εἰπόντος, ὅτι Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν· ἔπειτα δὲ ἀν τιποιούμενος ζωῆς αἰωνίου· Ἡ γὰρ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι. Πρώτη δὲ καὶ μεγάλη ἐντολή· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ 31.1189 ἐξ ὅλης τῆς ἰσχύος σου· καὶ δευτέρα ὁμοία ταύτῃ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· καὶ ἐπιθυμῶν ἐξομοιωθῆναι τῷ Κυρίῳ εἰπόντι· Ἐντο λὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς· ἔτι δὲ καὶ ἀπὸ λογισμῶν τοιούτων, ὅτι, εἰ μὲν εὐεργέτης ἐστὶν ὁ ἀδελφὸς, χρεωστοῦμεν αὐτῷ καὶ κατὰ ἄνθρωπον τὴν ἀγά πην, ἣν καὶ Ἕλληνες φυλάσσουσι, καθὼς ἐν τῷ Εὐαγ γελίῳ ὁ Κύριος δηλοῖ λέγων· Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν· εἰ δὲ κακοποιός· καὶ οὕτως οὐ μόνον διὰ τὴν ἐντο λὴν, ἀλλὰ καὶ ὡς τῶν μειζόνων εὐεργέτην ἀγαπᾷν ὀφείλομεν· εἴ γε πιστεύομεν τῷ Κυρίῳ εἰπόντι· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώ ξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλ λιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρα νοῖς. ΕΡΩΤΗΣΙΣ ΡΞ∆ʹ. Τί ἐστι τὸ, «Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε.» ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ποτὲ μὲν λέγοντος, Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε, ποτὲ δὲ τὴν δικαίαν κρίσιν κρίνειν προστάσσοντος· οὐχὶ τὸ κρίνειν καθόλου κωλυόμεθα, ἀλλὰ διαφορὰν κρίσεως παιδευόμεθα. Ἐπὶ τίσι δὲ κρίνειν χρὴ, καὶ ἐπὶ τίσι μὴ, σαφῶς παρέδωκεν ἡμῖν ὁ Ἀπόστολος· ἐπὶ μὲν τῶν ἐν ἐξουσίᾳ ἑκάστου κειμένων, καὶ ὑπὸ τῆς Γραφῆς μὴ διεσταλμένων, εἰπών· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; καὶ πάλιν· Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἐπὶ δὲ τῶν ἀπαρεσκόντων Θεῷ, καταγινώσκων τῶν μὴ κρινόντων, καὶ αὐτὸς τὴν παρ' ἑαυτοῦ κρίσιν ἐκφέ ρων, δι' ὧν φησιν· Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συν αχθέντων ὑμῶν, καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Ὥστε εἰ μέν τι ἐν ἐξουσίᾳ ἡμετέρᾳ κεῖται, ἢ καὶ ἄδηλον πολλάκις ἐστὶν, οὐ χρὴ κρίνειν ἐπὶ τούτῳ τὸν ἀδελφὸν, κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου περὶ τῶν ἀγνοουμένων εἰρημένον· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ 31.1192 φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· τὰ δὲ τοῦ Θεοῦ κρίματα ἐκδικεῖν, ἀπαραίτητος ἀνάγκη, ἵνα μὴ συμπαραπο λαύσῃ τῆς ὀργῆς τοῦ Θεοῦ ὁ ἐφησυχάζων·