1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

6

ἔδωκεν τοῦ εὐαγγελίου τὴν ἐξου σίαν, οὖσιν δεκαδύο εἰς μαρτύριον τῶν φυλῶν (ὅτι δεκαδύο φυλαὶ τοῦ Ἰσραήλ), εἰς τὸ κηρύσσειν. 8.4 ∆ιατί δὲ τρεῖς παῖδες οἱ ῥαντίζοντες; εἰς μαρτύριον Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, ὅτι οὗτοι μεγάλοι τῷ θεῷ. 8.5 Ὅτι δὲ τὸ ἔριον ἐπὶ τὸ ξύλον, ὅτι ἡ βασιλεία Ἰησοῦ ἐπὶ ξύλου, καὶ ὅτι οἱ ἐλπίζοντες ἐπ' αὐτὸν ζήσονται εἰς τὸν αἰῶνα. 8.6a ∆ιατί δὲ ἅμα τὸ ἔριον καὶ τὸ ὕσσωπον; ὅτι ἐν τῇ βασιλείᾳ αὐτοῦ ἡμέραι ἔσονται πονηραὶ καὶ ῥυπαραί, ἐν αἷς ἡμεῖς σωθησόμεθα· Ὅτι καὶ ὁ ἀλγῶν σάρκα διὰ τοῦ ῥύπου τοῦ ὑσσώπου ἰᾶται. 8.7 Καὶ διὰ τοῦτο οὕτως γενόμενα ἡμῖν μέν ἐστιν φανερά, ἐκείνοις δὲ σκοτεινά, ὅτι οὐκ ἤκουσαν φωνῆς κυρίου.

9.1a Λέγει γὰρ πάλιν περὶ τῶν ὠτίων, πῶς περιέ τεμεν ἡμῶν τὰς ἀκοὰς καὶ τὰς καρδίας. Λέγει κύριος ἐν τῷ προφήτῃ· «Εἰς ἀκοὴν ὠτίου ὑπήκουσάν μου. » Καὶ πάλιν λέγει· «Ἀκοῇ ἀκούσονται οἱ πόρρωθεν, καὶ ἃ ἐποίησα γνώσονται· καὶ περιτμήθητε, λέγει κύριος, τὰς ἀκοὰς ὑμῶν. » 9.2 Καὶ πάλιν λέγει· «Ἄκουε Ἰσραήλ, ὅτι τάδε λέγει κύριος ὁ θεός σου· Τίς ἐστιν ὁ θέλων ζῆσαι εἰς τὸν αἰῶνα; ἀκοῇ ἀκουσάτω τῆς φωνῆς τοῦ παιδός μου. » 9.3a Καὶ πάλιν λέγει· «Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι κύριος ἐλάλησεν» (ταῦτα εἰς μαρτύριον). Καὶ πάλιν λέγει· «Ἀκούσατε λόγον κυρίου, ἄρχοντες τοῦ λαοῦ τούτου. » Καὶ πάλιν λέγει· «Ἀκούσατε, τέκνα, τῆς φωνῆς βοῶντος ἐν τῇ ἐρήμῳ.ω Οὐκοῦν περιέτεμεν ἡμῶν τὰς ἀκοάς, ἵνα ἀκούσαντες λόγον πιστεύσωμεν ἡμεῖς. 9.4a Ἀλλὰ καὶ ἡ περιτομὴ ἐφ' ᾗ πεποίθασιν κατήργηται. Περιτομὴν γὰρ εἴρηκεν οὐ σαρκὸς γενηθῆναι· ἀλλὰ παρέ βησαν, ὅτι ἄγγελος πονηρὸς ἐσόφιζεν αὐτούς. 9.5a Λέγει δὲ πρὸς αὐτούς· «Τάδε λέγει κύριος ὁ θεὸς ὑμῶν» (ὧδε εὑρίσκω ἐντολήν)· «Οὐ μὴ σπείρητε ἐπ' ἀκάνθαις, περιτμήθητε τῷ κυρίῳ ὑμῶν. » Καί τί λέγει; «Καὶ περιτμήθητε τὴν πονηρίαν ἀπὸ τῆς καρδίας ὑμῶν. » Λέγει δὲ πάλιν· «Ἰδού, λέγει κύριος, πάντα τὰ ἔθνη ἀπερίτμητα ἀκροβυστίαν, ὁ δὲ λαὸς οὗτος ἀπερίτμητος καρδίᾳ. » 9.6 Ἀλλ' ἐρεῖς· «Καὶ μὴν περιτέτμηται ὁ λαὸς εἰς σφρα γῖδα. » Ἀλλὰ καὶ πᾶς Σύρος καὶ Ἄραψ καὶ πάντες οἱ ἱερεῖς τῶν εἰδώλων· ἄρα οὖν κἀκεῖνοι ἐκ τῆς διαθήκης αὐτῶν εἰσίν; -ἀλλὰ καὶ οἱ Αἰγύπτιοι ἐν περιτομῇ εἰσίν. 9.7 Μάθετε οὖν, τέκνα ἀγάπης, περὶ πάντων πλουσίως, ὅτι Ἀβραάμ, πρῶτος περιτομὴν δούς, ἐν πνεύματι προβλέψας εἰς τὸν Ἰησοῦν περιέτεμεν, λαβὼν τριῶν γραμμάτων δόγματα. 9.8a Λέγει γάρ· «Καὶ περιέτεμεν Ἀβραὰμ ἐκ τοῦ οἴκου αὐτοῦ ἄνδρας δεκαοκτὼ καὶ τριακοσίους. » Τίς οὖν ἡ δοθεῖσα αὐτῷ γνῶσις; μάθετε· ὅτι τοὺς «δεκαοκτὼ» πρώ τους, καὶ διάστημα ποιήσας λέγει «τριακοσίους». Τὸ «δεκαοκτὼ», Ι (δέκα) Η (ὀκτώ)· ἔχεις ˉ ˉ̓ˉΙˉˉΗ(σοῦν). Ὅτι δὲ ὁ σταυρὸς ἐν τῷ Τ ἤμελλεν ἔχειν τὴν χάριν, λέγει καὶ τοὺς «τριακοσίους». ∆ηλοῖ οὖν τὸν μὲν Ἰησοῦν ἐν τοῖς δυσὶν γράμμασιν, καὶ ἐν τῷ ἑνὶ τὸν σταυρόν. 9.9 Οἶδεν ὁ τὴν ἔμφυτον δωρεὰν τῆς διδαχῆς αὐτοῦ θέμενος ἐν ἡμῖν. Οὐδεὶς γνησιώτερον ἔμαθεν ἀπ' ἐμοῦ λόγον· ἀλλὰ οἶδα ὅτι ἄξιοί ἐστε ὑμεῖς.

10.1 Ὅτι δὲ Μωϋσῆς εἶπεν· «Οὐ φάγεσθε χοῖρον οὔτε ἀετὸν οὔτε ὀξύπτερον οὔτε κόρακα οὔτε πάντα ἰχθύν, ὃς οὐκ ἔχει λεπίδα ἐν αὐτῷ», τρία ἔλαβεν ἐν τῇ συνέσει δόγματα. 10.2a Πέρας γέ τοι λέγει αὐτοῖς ἐν τῷ ∆ευτερονομίῳ· «Καὶ διαθήσομαι πρὸς τὸν λαὸν τοῦτον τὰ δικαιώματά μου. » Ἄρα οὖν οὐκ ἔστιν ἐντολὴ θεοῦ τὸ μὴ τρώγειν, Μωϋσῆς δὲ ἐν πνεύματι ἐλάλησεν. 10.3a Τὸ οὖν «χοιρίον» πρὸς τοῦτο εἶπεν· οὐ μὴ κολλη θήσῃ, φησίν, ἀνθρώποις τοιούτοις, οἵτινές εἰσιν ὅμοιοι χοίροις· τουτέστιν ὅταν σπαταλῶσιν, ἐπιλανθάνονται τοῦ κυρίου, ὅταν δὲ ὑστερῶνται, ἐπιγινώσκουσιν τὸν κύριον, ὡς καὶ ὁ χοῖρος, ὅταν τρώγει, τὸν κύριον οὐκ οἶδεν, ὅταν δὲ πεινᾷ, κραυγάζει, καὶ λαβὼν πάλιν σιωπᾷ. 10.4a «Οὐδὲ φάγῃ», φησίν, «τὸν ἀετὸν οὐδὲ τὸν ὀξύπτερον οὐδὲ τὸν ἰκτῖνα οὐδὲ τὸν κόρακα»· οὐ μή, φησίν, κολληθήσῃ οὐδὲ ὁμοιωθήσῃ ἀνθρώποις τοιούτοις, οἵτινες οὐκ οἴδασιν διὰ