1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

16

ἤλπιζον εἶναι, μαντικῇ βρύον τέχνῃ, ὡς ψευδόμαντιν κακίζει τὸν Ἀπόλλω ὁ Aἰσχύλος, ὁ δ' αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρών, αὐτὸς τάδ' εἰπών, αὐτός ἐστιν ὁ κτανών τὸν παῖδα τὸν ἐμόν. Ἀλλὰ ταῦτα μὲν ἴσως πλάνη ποιητική, φυσικὸς δέ τις ἐπ' αὐτοῖς καὶ τοιοῦτος λόγος· "Ζεὺς ἀργής", ὥς φησιν Ἐμπεδοκλῆς, "Ἥρη τε φερέσβιος ἠδ' Ἀϊδωνεύς Νῆστίς θ', ἣ δακρύοις τέγγει κρούνωμα βρότειον". εἰ τοίνυν Ζεὺς μὲν τὸ πῦρ, Ἥρα δὲ ἡ γῆ καὶ ὁ ἀὴρ Ἀϊδωνεὺς καὶ τὸ ὕδωρ Νῆστις, στοιχεῖα δὲ ταῦτα, τὸ πῦρ, τὸ ὕδωρ, ὁ ἀήρ, οὐδεὶς αὐτῶν θεός, οὔτε Ζεύς, οὔτε Ἥρα, οὔτε Ἀϊδωνεύς· ἀπὸ γὰρ τῆς ὕλης διακριθείσης ὑπὸ τοῦ θεοῦ ἡ τούτων σύστασίς τε καὶ γένεσις, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἤπιον ὕψος, καὶ φιλίη μετὰ τοῖσιν. ἃ χωρὶς τῆς φιλίας οὐ δύναται μένειν ὑπὸ τοῦ νείκους συγχεόμενα, πῶς ἂν οὖν εἴποι τις ταῦτα εἶναι θεούς; ἀρχικὸν ἡ φιλία κατὰ τὸν Ἐμπεδοκλέα, ἀρχόμενα τὰ συγκρίματα, τὸ δὲ ἀρχικὸν κύριον· ὥστε, ἐὰν μίαν καὶ τὴν <αὐτὴν> τοῦ τε ἀρχομένου καὶ τοῦ ἄρχοντος δύναμιν θῶμεν, λήσομεν ἑαυτοὺς ἰσότιμον τὴν ὕλην τὴν φθαρτὴν καὶ ῥευστὴν καὶ μεταβλητὴν τῷ ἀγενήτῳ καὶ ἀϊδίῳ καὶ διὰ παντὸς συμφώνῳ ποιοῦντες θεῷ. Ζεὺς ἡ ζέουσα οὐσία κατὰ τοὺς Στωϊκούς, Ἥρα ὁ ἀήρ, καὶ τοῦ ὀνόματος εἰ αὐτὸ αὑτῷ ἐπισυνάπτοιτο συνεκφωνουμένου, Ποσειδῶν ἡ πόσις. ἄλλοι δὲ ἄλλως φυσιολογοῦσιν· οἱ μὲν γὰρ ἀέρα διφυῆ ἀρσενόθηλυν τὸν ∆ία λέγουσιν, οἱ δὲ καιρὸν εἰς εὐκρασίαν τρέποντα τὸν χρόνον, διὸ καὶ μόνος Κρόνον διέφυγεν. ἀλλ' ἐπὶ μὲν τῶν ἀπὸ τῆς Στοᾶς ἔστιν εἰπεῖν· εἰ ἕνα τὸν ἀνωτάτω θεὸν ἀγένητόν τε καὶ ἀΐδιον νομίζετε, συγκρίματα δὲ εἰς ἃ ἡ τῆς ὕλης ἀλλαγή, καὶ τὸ πνεῦμα τοῦ θεοῦ διὰ τῆς ὕλης κεχωρηκὸς κατὰ τὰς παραλλάξεις αὐτῆς ἄλλο καὶ ἄλλο ὄνομα μεταλαγχάνειν φατέ, σῶμα μὲν τὰ εἴδη τῆς ὕλης τοῦ θεοῦ γενήσεται, φθειρομένων δὲ τῶν στοιχείων κατὰ τὴν ἐκπύρωσιν ἀνάγκη συμφθαρῆναι ὁμοῦ τοῖς εἴδεσι τὰ ὀνόματα, μόνου μένοντος τοῦ πνεύματος τοῦ θεοῦ. ὧν οὖν σωμάτων φθαρτὴ ἡ κατὰ τὴν ὕλην παραλλαγή, τίς ἂν ταῦτα πιστεύσαι θεούς; πρὸς δὲ τοὺς λέγοντας τὸν μὲν Κρόνον χρόνον, τὴν δὲ Ῥέαν γῆν, τὴν μὲν συλ λαμβάνουσαν ἐκ τοῦ Κρόνου καὶ ἀποτίκτουσαν, ἔνθεν καὶ μήτηρ πάντων νομίζεται, τὸν δὲ γεννῶντα καὶ καταναλίσκοντα, καὶ εἶναι τὴν μὲν τομὴν τῶν ἀναγκαίων ὁμιλίαν τοῦ ἄρρενος πρὸς τὸ θῆλυ, τέμνουσαν καὶ καταβάλλουσαν σπέρμα εἰς μήτραν καὶ γεννῶσαν ἄνθρωπον ἐν ἑαυτῷ τὴν ἐπιθυμίαν, ὅ ἐστιν Ἀφροδίτη, ἔχοντα, τὴν δὲ μανίαν τοῦ Κρόνου τροπὴν καιροῦ φθείρουσαν ἔμψυχα καὶ ἄψυχα, τὰ δὲ δεσμὰ καὶ τὸν Τάρταρον χρόνον ὑπὸ καιρῶν τρεπόμενον καὶ