Vita Antonii

 οἷς ηὕρισκεν ἠρκεῖτο, καὶ πλέον οὐδὲν ἐζήτει. Μετὰ δὲ τὸν θάνατον τῶν γονέων, αὐτὸς μόνος κατελείφθη μετὰ μιᾶς βραχυτάτης ἀδελφῆς· καὶ ἦν ἐτῶν ἐγγὺς δ

 πρὸς ἀλλήλους ἀγάπην ἐσημειοῦτο· καὶ οὕτω πεπληρωμέ νος, ὑπέστρεφεν εἰς τὸν ἴδιον τοῦ ἀσκητηρίου τόπον· λοιπὸν αὐτὸς τὰ παρ' ἑκάστου συνάγων εἰς ἑαυ τ

 γαργαλισμοὺς κατὰ τῶν νέων ἀνεδεξάμην, καὶ πνεῦμα πορνείας κέκλη μαι. Πόσους θέλοντας σωφρονεῖν ἠπάτησα! Πόσους ἐγκρατευομένους μετέπεισα γαργαλίζων!

 ἀσκητὴν ἐκ τῆς πολιτείας τοῦ μεγάλου Ἠλίου καταμανθάνειν, ὡς ἐν ἐσόπτρῳ τὸν ἑαυτοῦ βίον ἀεί. Οὕτω δὴ οὖν συσφίγξας ἑαυτὸν ὁ Ἀντώνιος, ἀπήρχετο εἰς τὰ

 ἐπελάθετο τῆς ἀθλήσεως Ἀντωνίου, ἀλλ' εἰς ἀντίληψιν αὐτοῦ παρα γέγονεν. Ἀναβλέψας γοῦν, εἶδε τὴν στέγην ὥσπερ διανοιγομένην, καὶ ἀκτῖνά τινα φωτὸς κατ

 εἶναι τούτους, καὶ φοβηθέν τες αὐτοὶ, τὸν Ἀντώνιον ἐκάλουν. Ὁ δὲ μᾶλλον τούτων ἤκουεν, ἢ ἐκείνων ἐφρόντιζε. Καὶ προσελ θὼν ἐγγὺς τῆς θύρας, παρεκάλει

 μὲν Γραφὰς ἱκανὰς εἶναι πρὸς δι δασκαλίαν· ἡμᾶς δὲ καλὸν παρακαλεῖν ἀλλήλους ἐν τῇ πίστει, καὶ ἀλείφειν ἐν τοῖς λόγοις. Καὶ ὑμεῖς τοίνυν ὡς τέκνα φέρε

 ἐν τούτῳ καὶ τὸν Κύριον συνεργὸν, ὡς γέγραπται· Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεὸς εἰς τὸ ἀγαθόν. Εἰς δὲ τὸ μὴ ὀλιγωρεῖν ἡμᾶς καλὸν τὸ το

 ἐν τῷ καθ' ἡμᾶς ἀέρι, καὶ μακρὰν οὐκ εἰσὶν ἀφ' ἡμῶν· πολλὴ δέ τίς ἐστιν ἐν αὐτοῖς ἡ διαφορά. Καὶ περὶ μὲν τῆς φύσεως αὐτῶν καὶ τῆς διαφορᾶς πολὺς ἂν ε

 ἐχθρός· ∆ιώξας καταλήψομαι· καὶ πάλιν δι' ἑτέρου· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου, ὡς νεοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Καὶ ὅλως το

 ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ 26.884 δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Πάντα γὰρ ποιοῦσι, καὶ λαλοῦσι,

 σμοῖς· ἐξ ὧν μᾶλλον καταφρονητέοι ὡς ἀσθενεῖς ὀφεί λουσιν εἶναι. Ὁ γοῦν ἀληθινὸς ἄγγελος, ἀποσταλεὶς παρὰ τοῦ Κυρίου κατὰ τῶν Ἀσσυρίων, οὐ χρείαν ἔσχε

 ἐψεύσαντο αὐτοί. Οὕτω καὶ περὶ τοῦ ποταμίου ὕδατος ἔστιν ὅτε φλυαροῦσιν· ἑωρακότες γὰρ πολλοὺς ὑετοὺς γινομέ νους ἐν τοῖς τῆς Αἰθιοπίας μέρεσι, καὶ εἰ

 τοῦ Θεοῦ διδόντος οὕτως. Ἡ μὲν γὰρ τῶν ἁγίων ὀπτασία οὐκ ἔστι τεταραγμένη. Οὐκ ἐρίσει γὰρ, οὔτε κραυγάσει, οὐδὲ ἀκούσει τις τῆς φωνῆς αὐτῶν. Ἡσύχως δὲ

 ἐστι τῆς ἡμῶν ἀρετῆς καὶ τοῦ βίου· τὸ δὲ ἐκβάλλειν δαίμονας, τοῦ δεδωκότος Σωτῆρός ἐστιν ἡ χάρις αὕτη. Ὅθεν τοῖς μὴ ἐν ἀρετῇ, ἀλλ' ἐν σημείοις καυχωμέ

 τανᾶς. Εἶτα λέγοντός μου· Τί οὖν ἐνταῦθα πάρει; ἔλεγεν ἐκεῖνος· Τί μέμφονταί με μάτην οἱ μοναχοὶ, καὶ οἱ ἄλλοι πάντες Χριστιανοί; Τί μοι καταρῶνται κα

 παρεκβαλεῖτο, καὶ ἄλλων ἡ οἴησις ἐπαύετο· πάντες τε ἐπείθοντο καταφρονεῖν τῆς δαιμονικῆς ἐπιβουλῆς, θαυμάζοντες τὴν δοθεῖσαν παρὰ τοῦ Κυρίου Ἀντωνίῳ χ

 προθυμίαν· ηὔχετο γὰρ καὶ αὐτὸς μαρ τυρῆσαι, καθὰ προεῖπον. Αὐτὸς μὲν οὖν λυπουμένῳ ἐῴκει, ὅτι μὴ μεμαρτύρηκεν· ὁ δὲ Κύριος ἦν αὐτὸν φυλάττων εἰς τὴν

 καὶ φοί νικες ἀμεληθέντες ὀλίγοι. Ὁ οὖν Ἀντώνιος, ὥσπερ θεόθεν κινούμενος, ἠγάπησε τὸν τόπον· οὗτος γὰρ ἦν ὃν ἐσήμανεν ὁ λα λήσας αὐτῷ παρὰ τὰς ὄχθας

 μέλλετε, ἀλλ' ἀναχω 26.920 ρεῖτε· Χριστοῦ γὰρ δοῦλός εἰμι. Ταῦτα τοῦ Ἀντωνίου λέγοντος, ἔφυγον ἐκεῖναι, ὡς ὑπὸ μάστιγος τοῦ λόγου, διωκόμεναι. Εἶτα με

 ἀνακρίνετε, καὶ ἑαυτοὺς δοκιμά ζετε. Καθ' ἡμέραν τοίνυν τῶν ἡμερινῶν καὶ τῶν νυ κτερινῶν πράξεων τὸν λόγον ἕκαστος παρ' ἑαυτῷ λαμβανέτω· καὶ, εἰ μὲν ἥ

 κἀκείνους εἰσελθεῖν, τοῦτο μὲν οὐκ ἐπέτρεψεν, εἶπε δέ· Ὑπάγετε, καὶ εὑρήσετε αὐτὴν, εἰ μὴ ἀπέθανε, τεθεραπευμένην. Οὐ γὰρ ἐμόν ἐστι τοῦτο κατόρθωμα, ἵ

 τῇ ὥρᾳ κεκοιμῆσθαι τὸν Ἀμοῦν, ἐν ᾗ τὴν ψυχὴν εἶδεν ἀναφερομένην ὁ γέ ρων αὐτοῦ. Καὶ πάνυ καὶ οὗτοι κἀκεῖνοι τὸ καθαρὸν τῆς ψυχῆς ἐθαύμαζον Ἀντωνίου, π

 κωλῦσαι ὥστε μὴ διαβῆναι. Τῶν δὲ ὁδηγούντων ἀντιμαχομένων, ἀπῄτουν ἐκεῖνοι λόγον, εἰ μὴ ὑπεύθυνος αὐτοῖς εἴη. Θελόντων τοίνυν συνᾶραι λόγον ἀπὸ τῆς γε

 πρὸς ὠφέλειαν διελέγετο· τὰ δὲ τῆς εὐχῆς αὐτῷ παρεχώρει, οὐκ αἰδούμενος μαν θάνειν καὶ αὐτός. Καὶ γὰρ πολλάκις ἐπυνθάνετο, καὶ 26.940 ἠξίου παρὰ τῶν σ

 πιστεύοντες ὠφελεῖσθαι. Ἀμέλει τοσοῦτοι γεγό 26.944 νασι Χριστιανοὶ ἐν ταῖς ὀλίγαις ἡμέραις ἐκείναις, ὅσους ἄν τις εἶδεν ἐνιαυτῷ γενομένους. Εἶτα, τιν

 Χριστὸν ἄνθρωπον πεφανερῶσθαι· ὅπου γε ὑμεῖς, ἐκ τοῦ οὐρανοῦ τὴν ψυχὴν χωρίζοντες, φάσκετε πεπλανῆσθαι αὐτὴν καὶ πεπτωκέναι ἀπὸ τῆς ἁψίδος τῶν οὐρανῶν

 πίστεως νοοῦμεν, τοῦτο ὑμεῖς διὰ λόγων κατασκευάζειν πειρᾶσθε· καὶ πολλάκις οὐδὲ φράσαι ἃ νοοῦμεν δύνασθε· ὥστε βελτίων καὶ ὀχυ ρωτέρα ἡ διὰ πίστεως ἐ

 ἀλλὰ πίστις δι' ἀγάπης τῆς εἰς τὸν Χριστὸν ἐνεργουμένης· ἥντινα ἐὰν σχοίητε καὶ ὑμεῖς, οὐκέτι τὰς διὰ λόγων ἀποδείξεις ζητήσετε· ἀλλ' αὐτ άρκη τὴν εἰς

 Ἀρειανοὶ ἀλόγως πράττουσιν ὡς τὰ κτήνη. Ὡς δὲ ταύτην εἶδε τὴν θεωρίαν, τοὺς συνόντας παρεκάλεσε, λέγων· Μὴ ἀθυ μεῖτε, τέκνα· ὥσπερ γὰρ ὠργίσθη ὁ Κύριο

 ἐπερχομένην ἐπὶ σέ· παῦσαι οὖν διώκων Χριστιανοὺς, μή ποτέ σε ἡ ὀργὴ καταλάβῃ· μέλλει γὰρ ἤδη ἐπὶ σὲ ἔρχεσθαι. Ὁ δὲ Βαλάκιος, γελάσας, τὴν μὲν ἐπιστολ

 πάλιν ἑαυτοὺς ἐν τῷ βίῳ τούτῳ θεωρήσομεν. Καιρός ἐστι κἀμὲ λοιπὸν ἀναλῦσαι· εἰμὶ γὰρ ἐγγὺς ἐτῶν πέντε καὶ ἑκατόν. Οἱ μὲν οὖν ἀκούσαντες, ἔκλαιον, καὶ

 μνημονεύετε ὡς περὶ πατρὸς, μὴ ἀφεῖτέ τινας τὸ σῶμά μου λαβεῖν εἰς Αἴγυπτον, μήπως ἐν τοῖς οἴκοις ἀπόθωνται· τούτου γὰρ χάριν εἰσῆλθον εἰς τὸ ὄρος, κα

 κρυπτομένους, καὶ σπουδάζοντας ἀναχωρεῖν, φανεροὺς καὶ διαβοήτους διά τε τὴν ἀρετὴν αὐτῶν καὶ τὴν τῶν ἄλλων ὠφέλειαν πανταχοῦ ποιεῖ. Ἐὰν δὲ χρεία γένη

καὶ φοί νικες ἀμεληθέντες ὀλίγοι. Ὁ οὖν Ἀντώνιος, ὥσπερ θεόθεν κινούμενος, ἠγάπησε τὸν τόπον· οὗτος γὰρ ἦν ὃν ἐσήμανεν ὁ λα λήσας αὐτῷ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ. Τὴν μὲν οὖν ἀρχὴν δεξάμενος παρὰ τῶν συνοδευσάντων ἄρ τους, ἔμενεν ἐν τῷ ὄρει μόνος, οὐδενὸς ἑτέρου συνόντος αὐτῷ· ὡς γὰρ ἴδιον οἶκον ἐπιγνοὺς, εἶχε λοι πὸν τὸν τόπον ἐκεῖνον. Αὐτοί τε οἱ Σαρακηνοὶ, θεωρή σαντες τὴν Ἀντωνίου προθυμίαν, ἐξεπίτηδες ἐκείνην τὴν ὁδὸν διήρχοντο, καὶ χαίροντες ἔφερον ἄρ τους αὐτῷ· εἶχε δὲ καὶ τὴν ἀπὸ τῶν φοινίκων ὀλίγην τινὰ τότε καὶ εὐτελῆ παραμυθίαν. Μετὰ δὲ ταῦ τα, μαθόντες οἱ ἀδελφοὶ τὸν τόπον, ὡς τέκνα, πατρὸς μνημονεύοντες, ἐφρόντιζον ἀποστέλλειν αὐτῷ· ἀλλ' ὁρῶν ὁ Ἀντώνιος, ὅτι προφάσει τοῦ ἄρτου σκύλλον ταί τινες ἐκεῖ, καὶ κάματον ὑπομένουσι· φειδόμενος καὶ ἐν τούτῳ τῶν μοναχῶν, ἐβουλεύσατο καθ' ἑαυτὸν, καὶ τῶν εἰσερχομένων τινὰς πρὸς αὐτὸν ἠξίωσε κομί σαι αὐτῷ δίκελλαν, καὶ πέλεκυν, καὶ σῖτον ὀλίγον. Ὡς δὲ ἐκομίσθη ταῦτα, διοδεύσας τὴν περὶ τὸ ὄρος γῆν, βραχύτατόν τινα τόπον εὑρὼν ἐπιτήδειον, ἐγεώργησε· καὶ τὸν ἐκ τοῦ ὕδατος ποτισμὸν ἀφθόνως ἔχων, ἔσπει ρε. Καὶ κατ' ἐνιαυτὸν τοῦτο ποιῶν, εἶχεν ἐκεῖθεν τὸν ἄρτον· χαίρων, ὅτι μηδενὶ διὰ τοῦτο γενήσεται ὀχλη ρὸς, καὶ ὅτι ἐν πᾶσιν ἑαυτὸν ἀβαρῆ φυλάττει. Ἀλλὰ μετὰ ταῦτα βλέπων πάλιν τινὰς ἐρχομένους, ἐγεώρ γησε καὶ ὀλιγοστὰ λάχανα, ἵνα ὁ εἰσερχόμενος ἔχῃ τι νὰ παραμυθίαν ὀλίγην τοῦ καμάτου τῆς καλεπῆς ἐκεί νης ὁδοῦ. Τὴν μὲν οὖν ἀρχὴν τὰ ἐν τῇ ἐρήμῳ θηρία 26.917 προφάσει τοῦ ὕδατος ἐρχόμενα, πολλάκις ἔβλαπτον αὐτοῦ τὸν σπόρον καὶ τὴν γεωργίαν· αὐτὸς δὲ χαριέν τως κρατήσας ἓν τῶν θηρίων, ἔλεγε τοῖς πᾶσι· ∆ιὰ τί με βλάπτετε, μηδὲν ἐμοῦ βλάπτοντος ὑμᾶς; Ἀπέλθετε, καὶ ἐν τῷ ὀνόματι τοῦ Κυρίου μηκέτι ἐγγίσητε τοῖς ὧδε. Καὶ ἐξ ἐκείνου λοιπὸν, ὥσπερ φοβη θέντα τὴν παραγγελίαν, οὐκ ἔτι τῷ τόπῳ ἤγγισαν. Αὐτὸς μὲν οὖν μόνος ἦν εἰς τὸ ἔσω ὄρος, ταῖς εὐχαῖς καὶ τῇ ἀσκήσει σχολάζων· οἱ δὲ ἀδελφοὶ οἱ διακονοῦντες αὐτῷ, ἠξίωσαν αὐτὸν, ἵνα διὰ μηνῶν εἰσ ερχόμενοι κομίζωσιν αὐτῷ ἐλαίας καὶ ὄσπριον καὶ ἔλαιον· γέρων γὰρ λοιπὸν ἦν. Ἐκεῖ τοίνυν ἀναστρε φόμενος, ὅσας ὑπέμεινε πάλας, κατὰ τὸ γεγραμμένον, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τοὺς ἀντικειμέ νους δαίμονας, ἐκ τῶν εἰσερχομένων πρὸς αὐτὸν ἔγνω μεν. Καὶ γὰρ κἀκεῖ θορύβων, καὶ φωνῶν πολλῶν, καὶ κτύπων, ὡς ὅπλων ἤκουον· τό τε ὄρος νυκτὸς πλῆρες θηρίων γενόμενον ἔβλεπον· ἐθεώρουν δὲ καὶ αὐτὸν ὡς πρὸς βλεπομένους μαχόμενον, καὶ εὐχόμενον κατ' αὐ τῶν. Καὶ τοὺς μὲν ἐρχομένους πρὸς αὐτὸν παρεθάῤ ῥυνεν, αὐτὸς δὲ ἠγωνίζετο κάμπτων τὰ γόνατα καὶ προσευχόμενος τῷ Κυρίῳ. Καὶ ἦν ἀληθῶς θαύματος ἄξιον, ὅτι, μόνος ἐν τοιαύτῃ ἐρήμῳ ὢν, οὔτε δαιμό νων ἐφισταμένων ἐπτοεῖτο, οὔτε, τοσούτων ὄντων ἐκεῖ θηρίων τετραπόδων καὶ ἑρπετῶν, ἐφοβεῖτο τούτων τὴν ἀγριότητα· ἀλλ' ἀληθῶς, κατὰ τὸ γεγραμμένον, πε ποιθὼς ἦν ἐπὶ Κύριον ὡς ὄρος Σιὼν, ἀσάλευτον ἔχων καὶ ἀκύμαντον τὸν νοῦν· ὥστε μᾶλλον τοὺς δαίμονας φεύγειν, καὶ τὰ θηρία τὰ ἄγρια, ὡς γέγραπται, εἰ ρηνεύειν πρὸς αὐτόν. Ὁ μὲν οὖν διάβολος, ὡς ψάλλει ∆αβὶδ, παρ ετηρεῖτο τὸν Ἀντώνιον, καὶ ἔτριζε κατ' αὐτοῦ τοὺς ὀδόντας· ὁ δὲ Ἀντώνιος παρεκαλεῖτο παρὰ τοῦ Σωτῆρος, ἀβλαβὴς διαμένων ἀπὸ τῆς ἐκείνου πανουρ γίας καὶ τῆς ποικίλης μεθοδείας. Ἀγρυπνοῦντι τοίνυν αὐτῷ νυκτὸς ἐπαφῆκε θηρία· καὶ σχεδὸν ἐν ἐκείνῃ τῇ ἐρήμῳ πᾶσαι αἱ ὕαιναι, ἐξελθοῦσαι τῶν φωλεῶν, πε ριεκύκλωσαν, καὶ μέσος ἦν αὐτός· χαινούσης δὲ, καὶ δάκνειν ἑκάστης ἀπειλούσης, συνεὶς τὴν τοῦ ἐχθροῦ τέχνην, εἶπε πάσαις αὐταῖς· Εἰ μὲν ἐξουσίαν ἐλάβετε κατ' ἐμοῦ, ἕτοιμός εἰμι βρωθῆναι παρ' ὑμῶν· εἰ δὲ παρὰ δαιμόνων ὑπεβλήθητε, μὴ

20