πολλούς. Ἐπέλυσε τὸ τοῦ ἀποστασίου. Περὶ τρόπου εὐνουχισμοῦ διαλέγεται. Εὐλογεῖ τὰ παιδία. Προσέρχεται ὁ πλούσιος. Ἐρωτῶσιν οἱ μαθηταί, «Τίς δύναται σωθῆναι;» Τότε λέγει· «Ἐπὶ δώδεκα θρόνους καθήσεσθε·» καὶ, «Ὃς ἀφῆκεν οἰκίας,» καὶ τὰ ἑξῆς. Εἶτα παραβολὴ τῶν ἐργατῶν. Καὶ ἀναβαίνων εἰς Ἱεροσόλυμα, εἶπε τοῖς μαθηταῖς περὶ τοῦ θανάτου αὐτοῦ. Ἡ γυνὴ Ζεβεδαίου ἀξιοῖ ὑπὲρ τῶν υἱῶν περὶ πρωτείων. Οἱ ἀπόστολοι ζηλοῦσι, καὶ παιδεύονται. Θεραπεύονται οἱ δύο τυφλοὶ ἐξ Ἱεριχοῦντος. Εἶτα τὰ 28.389 κατὰ τὸν ὄνον. Εἰσέρχεται εἰς τὸ ἱερὸν ἐκβάλλει τοὺς πωλοῦντας, θεραπεύει τοὺς προσελθόντας. Εἶτα τὰ παιδία ὑμνεῖ. Ἐξέρχεται εἰς Βηθανίαν, καὶ ἐπανερ χόμενος εἰς Ἱεροσόλυμα, ξηραίνει τὴν συκῆν, καὶ λέ γει τοῖς μαθηταῖς· «Κἂν τῷ ὄρει τούτῳ εἴπητε, Βλή θητι εἰς τὴν θάλασσαν, γενήσεται, καὶ ὃ ἐὰν αἰτήσητε πιστεύοντες, λήψεσθε.» Ἐρωτῶσιν οἱ ἱερεῖς· «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» Ἀντερωτᾷ περὶ τοῦ βαπτίσματος Ἰωάννου. Λέγει αὐτοῖς τὴν παραβολὴν τὴν τῶν δύο υἱῶν, εἶτα τὰ τοῦ ἀμπελῶνος καὶ τῶν πονηρῶν ἐργατῶν· εἶτα τὰ τοῦ γάμου, καὶ τῶν φαύ λων κλητόρων. Τότε ἦλθον οἱ Ἰουδαῖοι παγιδεῦ σαι αὐτὸν ἐν λόγῳ. Καὶ τί τὸ νόμισμα. Ἐρωτῶσιν οἱ Σαδδουκαῖοι περὶ τῆς γαμηθείσης τοῖς ἑπτὰ ἀδελ φοῖς· εἶτα ὁ νομικός· Ποία ἐντολὴ πρώτη; Εἶτα ἐρωτᾷ αὐτοὺς Ἰησοῦς· «Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ;» Ὡς δὲ ἐπεστομίσθησαν, διαλέγεται τοῖς ὄχλοις περὶ τῶν Γραμματέων καὶ Φαρισαίων, ταλανί ζων αὐτούς. Εἶτα ἐκ τοῦ ἱεροῦ ἀνέρχεται εἰς τὸν ἐλαιῶνα, καὶ διαλέγεται τοῖς μαθηταῖς περὶ μελλόν των. Εἶτα ἡ παραβολὴ τοῦ κατασταθέντος δούλου ἐπὶ τῆς οἰκίας, καὶ ἡ τῶν δέκα παρθένων, καὶ ἡ τῶν πέντε ταλάντων, καὶ ἡ τῶν ἐρίφων, καὶ ἡ τῶν προβάτων. Συνάγονται οἱ ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς πιάσαι αὐτόν. Ὁ δὲ ἦλθεν εἰς Σίμωνος οἰκίαν εἰς Βηθανίαν, ἔνθα ἡ τὸ ἀλάβαστρον [ἔχουσα] ἔρχεται. Συντίθε ται ὁ Ἰούδας τοῖς Ἰουδαίοις. Ἀποστέλλονται οἱ Μαθηταὶἑτοιμάσαι τὸ Πάσχα. Ἐλέγχει τὸν Ἰούδαν ὁ Χριστός. Παραδίδωσι τὸ μυστήριον, ἔνθα λέγει· «Οὐ μὴ πίω ἐκ τῆς ἀμπέλου ταύτης.» Ἐξέρχεται εἰς τὸν ἐλαιῶνα. Προλέγει, ὅτι σκανδαλισθήσονται οἱ μαθηταί. Ἀφεὶς τοὺς μαθητὰς εἰς Γεθσημανῆ, καὶ προσευξάμενος τρίτον, λέγει· «Ἄγωμεν ἐντεῦθεν.» Ἦλθεν ὁ Ἰούδας μετὰ τοῦ ὄχλου, καὶ κόπτει ὁ Πέτρος τὸ ὠτίον τοῦ παιδαρίου. Ἤγαγον Ἰησοῦν πρὸς Καϊάφαν, ἔκριναν αὐτὸν, καὶ κατεδίκασαν, καὶ ἐνέπαιξαν. Ὁ Πέτρος ἀρνεῖται. Ἄγουσι τὸν Ἰησοῦν πρὸς Πιλᾶτον.Ἀπάγχεται Ἰούδας. Κρίνεται ὁ Χριστός. Ἡ γυνὴτοῦ Πιλάτου συμβουλεύει αὐτῷ ἀποστῆναι τοῦ Ἰησοῦ. Εἶτα σταυροῦται. Εἱστήκεισαν αἱ περὶ Μαρίαν θεω ροῦσαι μακρόθεν τὰ γινόμενα. Λαμβάνει τὸ σῶμα τοῦ Κυρίου Ἰωσήφ. Αἰτοῦσι τὴν κουστωδίαν οἱ Ἰουδαῖοι. Αἱ περὶ Μαρίαν ἦλθον ἑσπέρας εἰς τὸν τάφον, καὶ σεισμὸς ἐγένετο. Ἤκουσαν παρὰ τοῦ ἀγγέλου, ὅτι ἀνέστη. Πέμπονται ὑπὸ τοῦ Χριστοῦ πρὸς τοὺς μα θητάς. Ἤκουσαν οἱ Ἰουδαῖοι περὶ τοῦ σεισμοῦ καὶ τῆς ἀναστάσεως, καὶ ἔδωκαν χρήματα τοῖς φύλαξιν, ἵνα ψεύσωνται. Ἦλθον οἱ μαθηταὶ πρὸς τὸν Ἰησοῦν εἰς τὴν Γαλιλαίαν. Παραδίδωσιν αὐτοῖς τὸ βάπτισμα. Βιβλίον βʹ, Κατὰ Μάρκον Εὐαγγέλιον Ἰωάννης βαπτίζει τοὺς Ἰουδαίους. Ἔρχεται ἀπὸ Ναζαρὲθ ὁ Χριστὸς, ἐβαπτίσθη, καὶ ἦλθεν εἰς τὴν ἔρημον πειρασθῆναι. Εἶτα εἰς τὴν Γαλιλαίαν, παραδοθέντος Ἰωάννου, καὶ καλεῖ τοὺς περὶ Πέτρον καὶ Ἰάκωβον. Εἰσέρχεται εἰς Καπερναοὺμ, διδάσκει, 28.392 θεραπεύει τὸν δαιμονιζόμενον ἐκεῖ, εἶτα τὴν πενθε ρὰν Πέτρου, καὶ πολλοὺς ἐν τῇ ἑσπέρᾳ ἰᾶται, ἐξῆλθεν εἰς τὴν ἔρημον, περιῆγε τὴν Γαλιλαίαν. Θεραπεύει τὸν λεπρόν. Ἔρχεται εἰς Καπερναούμ. Ἰᾶται τὸν παραλυτικόν· διδάσκει τὸν ὄχλον. Καλεῖ τὸν Λευῒν τὸν Ἀλφαίου. Ἐσθίει μετὰ τῶν
41