Sermo major

 πεινῶντα μὲν καὶ διψῶντα οἶδε σωματικῶς. θεϊκῶς δὲ χορτάζοντα ἀπὸ πέντε ἄρτων πεντακισχιλίους καὶ κείμενον μὲν ἐν μνημείῳ οἶδε σῶμα ἀνθρώπινον, ἐγειρό

 ἐκτὸς μέν ἐστι τοῦ παντὸς κατ' οὐσίαν, ἐν πᾶσι δέ ἐστι ταῖς ἑαυτοῦ δυνάμεσι, τὰ πάντα διακοσμῶν, καὶ εἰς πάντα ἐν πᾶσι τὴν ἑαυτοῦ πρόνοιαν ἐφαπλῶν καὶ

 Ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ κυριακοῦ σώματος ἀπιστῶν ἀγνοεῖν δύναμιν θεοῦ λόγου καὶ σοφίας. εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῷ σῶμα καὶ τοῦτο ἰδιοποιήσατ

 πνευματικά. πόσοις γὰρ ἤρκει τὸ σῶμα πρὸς βρῶσιν, ἵνα καὶ τοῦ κόσμου παντὸς τοῦτο τροφὴ γένηται· ἀλλὰ διὰ τοῦτο τῆς εἰς οὐρανοὺς ἀναβάσεως ἐμνημόνευσε

 τὰ πάθη ἐπιγνωσθῇ. μὴ τοίνυν ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλλον γινωσκέτω ὡς τὴν φύσιν αὐτὸς ὁ λόγος ἀπαθής ἐστι καὶ ὅμως δι' ἣν ἐνεδύσα

πεινῶντα μὲν καὶ διψῶντα οἶδε σωματικῶς. θεϊκῶς δὲ χορτάζοντα ἀπὸ πέντε ἄρτων πεντακισχιλίους καὶ κείμενον μὲν ἐν μνημείῳ οἶδε σῶμα ἀνθρώπινον, ἐγειρόμενον δὲ ὡς θεοῦ σῶμα παρ' αὐτοῦ τοῦ λόγου. 52 Ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἴρηκεν ὁ σωτήρ· «ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, ὁ πατὴρ ὁ γεωργός.» ἡμεῖς γὰρ τοῦ κυρίου κατὰ τὸ σῶμα συγγενεῖς ἐσμεν καὶ αὐτὸς διὰ τοῦτο εἶπεν· «ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» καὶ ὥσπερ ἐστὶ τὰ κλήματα ὁμοούσια τῆς ἀμπέλου καὶ ἐξ αὐτῆς, οὕτως ἡμεῖς ὁμογενῆ σώματα ἔχοντες τῷ σώματι τοῦ κυρίου ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνομεν, κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν ἀνάστασιν καὶ εἰς τὴν σω τηρίαν. ὁ δὲ πατὴρ εἴρηται ὁ γεωργός· αὐτὸς γὰρ εἰργάσατο διὰ τοῦ λόγου τὴν ἄμπελον, ἥτις ἐστὶ τὸ κυριακὸν σῶμα. 53 Ἐκ τῆς αὐτῆς ἀπολογίας. Ἀνάγκη γὰρ ἀμπέλου λεγομένου τοῦ κυρίου εἶναι καὶ γεωργὸν καὶ εὐχομένου αὐτοῦ εἶναι τὸν ὑπακούοντα καὶ αἰτοῦντος αὐτοῦ εἶναι τὸν διδόντα. τὰ δὲ τοιαῦτα μᾶλλον εὐκολώτερον τὴν τῶν Σαβελλιανῶν μανίαν δείκνυσιν, ὅτι ἕτερος ὁ εὐχόμενος, ἕτερος ὁ ὑπακούων καὶ ἄλλος ἡ ἄμπελος καὶ ἄλλος ὁ γεωργός. ὅσα γὰρ ὡς ἀποξενοῦντα τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς λέγεται ῥητά, ταῦτα διὰ τὴν σάρκα, ἣν δι' ἡμᾶς ἐφόρεσε, λέγεται περὶ αὐτοῦ. ξένα γὰρ τὰ γενητὰ κατὰ φύσιν ἐστὶ τοῦ θεοῦ. 59 ἠναίνετο ἱμείρετο γ 63 λόγον λόγοG; ἀρχερέα ἀρχιερέα G67 δύξαν δόξαν G 78 Σαλομὼν Σολομὼν G79 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν Γολγοθὰ ὁμιλίας, ἧς ἡ ἀρχή· τὸ μὲν ἀναγνωσθὲν ῥητόν ἐστιν εὐαγ γελικόν. Ἀποστολικὸς κηρύττει λόγος· διὰ τοῦτο καὶ σταυροῦται, ἵνα τὴν κατάραν ἐξαγοράσῃ καὶ ἡμεῖς τὴν εὐλογίαν κληρονομήσωμεν. πάσχων μὲν αὐτὸς ἐβλάπτετο μὲν οὐδὲν ἐχαρίζετο δὲ μᾶλλον καὶ ἀποθνῄσκων οὐκ ἔμενε νεκρός, ἀλλὰ μᾶλλον καὶ τοὺς νεκροὺς ἐζῳοποίει. καὶ σφαγιαζόμενος δὲ οὐκ ἀπόλλυτο, ἀλλὰ τῷ αἵματι τῆς σφαγῆς πάντας ἁπλῶς ἐλυτροῦτο καὶ αὐτὸς ἔμενεν ἀπαθής. Πῶς δὲ τοῦτο γέγονεν, εἴ τις ἔροιτο, ἀκουέτω. δύο πραγμάτων ἐν ταὐτῷ γέγονε σύνοδος. πραγμάτων δὲ λέγω οὐκ ἴσων, ἀλλὰ καὶ κατὰ πάντα σύγκρισιν οὐκ ἐχόντων. θνητὸν γὰρ ἀθανάτῳ συμπέπλεκτο καὶ φθαρτὸν σῶμα ἀφθάρτῳ λόγῳ συνεληλύθει. καὶ τὸ μὲν θνητὸν οὐκ ἔβλαπτε τὸ ἀθάνατον. ἀπαθὲς γὰρ ἦν, ἀλλ' ἔμεινε μᾶλλον ἀπαθὲς καὶ αὐτὸ τῇ τοῦ θανάτου ἐπικρατείᾳ. τὰ γὰρ κρατοῦντα τῶν κρατουμένων ἀεὶ κύρια τυγχά νει. διὰ γοῦν αὐτὸν τὸν συνόντα ἀθάνατον λόγον καὶ ὁ θάνατος ἐξηφανίζετο παραδόξως ἐν αὐτῷ ὡς ἀπὸ πυρὸς ἀφανίζεται καλάμη. ὁ δὲ λόγος ἄφθαρτος ὢν ὠφελεῖ μᾶλλον τὸ φθαρτὸν συνὼν αὐτῷ. τὸ γὰρ σκότος ὑπὸ τοῦ φωτὸς καταυγάζεται καὶ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. 82 Ἐκ τοῦ περὶ πίστεως λόγου, οὗ ἡ ἀρχή· αὐτάρκως μὲν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες. Καὶ ὥσπερ μεγάλου βασιλέως, εἰσελθόντος εἴς τινα πόλιν μεγάλην, καὶ οἰκήσαντος εἰς μίαν τῶν ἐν αὐτῇ οἰκιῶν παντῶς ἡ τοιαύτη πόλις τιμῆς πολλῆς καταξιοῦται, καὶ οὐκέτι τις ἐχθρὸς αὐτὴν οὔτε λῃστὴς ἐπιβαίνων καταστρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται διὰ τὸ εἰς μίαν αὐτῆς οἰκίαν οἰκῆσαι τὸν βασιλέα. οὕτω καὶ ἐπὶ τοῦ πάντων σωτῆρος γέγονεν. ἐλθόντος γὰρ αὐτοῦ ἐπὶ τὴν ἡμετέραν χώραν καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σωμάτων λοιπὸν πᾶσα ἡ κατὰ τῶν ἀνθρώπων ἐπιβουλὴ πέπαυται καὶ ἡ τοῦ θανάτου ἠφάνισται φθορὰ ἡ πάλαι κατ' αὐτῶν ἰσχύουσα. 83 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου. Οὐ γὰρ περικεκλεισμένος ἦν ἐν τῷ σώματι ὁ τοῦ θεοῦ λόγος. οὐδὲ ἐν σώματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν. οὐδὲ ἐκεῖνο μὲν ἐκίνει, τὰ ὅλα δὲ τῆς τούτου ἐνεργείας καὶ προνοίας κεκένωτο· ἀλλὰ τὸ παραδοξότατον, λόγος ὤν. οὐ συνείχετο μὲν ὑπό τινος, συνεῖχε δὲ τὰ πάντα μᾶλλον αὐτός. καὶ ὥσπερ ἐν πάσῃ τῇ κτίσει ὢν

2