Sermo in ramos palmarum Τοῦ <αὐτοῦ> Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, λόγος εἰς τὰ βαΐα.

 Ἰησοῦν.» 4.1 Ὢ τῆς πολλῆς τοῦ σωτῆρος πρὸς ἡμᾶς συγκαταβάσεως. τίς οὐ θαυμάσῃ τὸ μέγεθος τῆς αὐτοῦ πρὸς ἡμᾶς ἀγάπης; τίς οὐκ ἂν ἐκπλαγῇ, ὅτι ὁ ἐπὶ τῶν

Ἰησοῦν.» 4.1 Ὢ τῆς πολλῆς τοῦ σωτῆρος πρὸς ἡμᾶς συγκαταβάσεως. τίς οὐ θαυμάσῃ τὸ μέγεθος τῆς αὐτοῦ πρὸς ἡμᾶς ἀγάπης; τίς οὐκ ἂν ἐκπλαγῇ, ὅτι ὁ ἐπὶ τῶν χερουβὶμ ἐποχούμενος ἐπὶ πῶλον δι' ἡμᾶς ἐκαθέσθη; 4.2 ὁ ὑπὸ τῶν σεραφὶμ ἀνυμνούμενος ὑπὸ νηπίων εὐφημεῖται. τοῖς μὲν γὰρ ἱματίοις, φησί, τὴν ὁδὸν κατεστρώννυον, ἄλλοι δὲ κλάδους ἐκ τῶν δένδρων κόπτοντες τὸ αὐτὸ ἐποίουν. 4.3 καὶ οἱ μὲν προπορευόμενοι, οἱ δὲ ἀκολουθοῦντες ἔκραζον ἅμα τοῖς ἀπειροκάκοις παισὶν ἐπινίκιόν τινα ὕμνον λέγοντες· «ὠσαννὰ τῷ υἱῷ ∆αυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» 4.4 διὸ καὶ ἡμεῖς ἀποθέμενοι πάντα λογισμὸν ῥυπαρὸν καὶ αἰσχρὰς ἐνθυμήσεις καὶ τὴν ἐν πανουργίᾳ πονηρίαν ἀπειρόκακον ἔννοιαν ἀναλαβόντες ἅμα τοῖς παισὶν ἐκείνοις μετὰ φαιδρῶν τῶν λαμπάδων ἀπαντήσωμεν τῷ σωτῆρι Χριστῷ, τῷ ἀληθινῷ θεῷ ἡμῶν. 4.5 καὶ τοῖς μὲν βαΐοις νικητὴν αὐτὸν τοῦ θανάτου κηρύξωμεν, τοῖς δὲ τῶν ἐλαιῶν κλάδοις τὸν ἐλεήμονα καὶ ἀγαθὸν ἱκετεύσωμεν λέγοντες· «εὐλογημένος ὁ ἐλθὼν καὶ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» 4.6 εὐλογημένος ὁ ἐλθὼν κατ' οἰκονομίαν καὶ «δι' ἡμᾶς πτωχεύσας πλούσιος ὤν, ἵνα καὶ ἡμεῖς τῇ σῇ πτωχείᾳ πλουτήσωμεν.» ἐρχόμενος δὲ μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

2