Scholia in Job

 ὄφεως, καὶ φθαρεῖσαν τὰ νοήματα. Ἐπειδὴ γὰρ ὅλως ἐστὶ μισητὴς ὁ τῆς κακίας εὑρετὴς, καὶ μό νον φαινόμενος ζητῶν τίνα ἁρπάσει καὶ καταπιεῖ· διὰ τοῦτο ὃ

 καὶ πολὺς μὲν ἔρρεεν ὁ πειράζων καὶ χαλεπὸς ἦν ὁ μαχόμενος· ἀνδρειότερος δὲ ἐφαίνετο ὁ πειραζόμενος, 22 νικῶν τὰς ἐπιχειρήσεις καὶ προσβολὰς τοῦ πονηρ

 ἀπλάνων παραλεγομένων ὑπὸ τῶν μὴ εἰδότων ὡς αὐτοὶ νομίζουσιν (ἔστι καὶ Ἕσπερος, ἐστι καὶ Φαέτων, καὶ Φαίνων, καὶ Στίλβων καὶ Φωσφόρος) τί δήποτε οὖν ὁ

ὄφεως, καὶ φθαρεῖσαν τὰ νοήματα. Ἐπειδὴ γὰρ ὅλως ἐστὶ μισητὴς ὁ τῆς κακίας εὑρετὴς, καὶ μό νον φαινόμενος ζητῶν τίνα ἁρπάσει καὶ καταπιεῖ· διὰ τοῦτο ὃ μὲν ἔστιν αὐτὸς ὑποκρύπτει καὶ σκέπει· ὑποκρινόμενος δὲ τῇ φαντασίᾳ τὴν πᾶσι ποθουμένην ἀλήθειαν, τὸν ἴδιον ἰὸν ἐπιβάλλει τοῖς ἀκολουθήσασιν αὐτῷ. Οὕτω καὶ τὴν Εὔαν ἠπάτησεν, οὐ τὰ ἴδια λαλῶν, ἀλλ' ὑποκρινόμενος τὰ τοῦ Θεοῦ ῥήματα, καὶ τὴν διάνοιαν αὐτῶν παραποιῶν. Οὕτω καὶ τὴν γυναῖκα τοῦ Ἰὼβ ὑπέβαλε, πείσας αὐτῇ ὑποκρίνεσθαι φιλαν δρίαν, διδάξας δὲ βλασφημεῖν εἰς τὸν Θεόν. Οὕτω τοὺς ἀνθρώπους ὁ δόλιος παίζει ταῖς φαντασίαις ὑποκλέπτων καὶ σύρων ἕκαστον εἰς τὸν ἴδιον τῆς κακίας βόθρον. Εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν. Ἀθανασίου. Ἡ δὲ τῶν γεννητῶν καὶ κτιστῶν φύσις 27.1348 τρεπτή ἐστι, ἅτε δὴ ἔξωθεν οὖσα τῆς τοῦ Θεοῦ οὐ σίας, καὶ ἐξ οὐκ ὄντων ὑποστᾶσα ∆ιὸ πᾶς ἄνθρωπος ψεύστης· καὶ, πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Ὁ δὲ διάβολος, ἐν μέσῳ τῶν χερουβὶμ ὢν, καὶ ἀποσφράγισμα ὁμοιώσεως γενόμενος, ἐξέπεσεν ἐκ τῶν οὐρανῶν ὡς ἀστραπή. Καὶ ἀγγέλους κρινοῦμεν, τοὺς μὴ τηρήσαντας δηλαδὴ τὴν ἑαυτῶν ἀρχήν. Καὶ ἐνταῦθα, εἰ κατὰ παιδίων αὐτοῦ οὐ πιστεύει, καὶ ἁπλῶς τὰ κτίσματα τοιαύτην ἔχει τὴν φύσιν, καὶ τρέπεται. Μόνη δὲ ἡ θεία φύσις ἀναλλοίωτος. Παρὰ πάπυρον, καὶ κάλαμον, καὶ βούτομον. Τάχα δὲ διὰ τοῦ καλάμου καὶ τοῦ παπύρου τὴν εὐτέλειαν καὶ τὴν πενίαν τοῦ διαβόλου αἰνίττεται ἡ Γραφή. Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκεαι. Ἀθανάσιος. Πάλαι μὲν οὖν πολὺς ἦν ὁ ἐχθρὸς πανουργευόμενος κατὰ τῶν ἀνθρώπων, καὶ φαντασίαις αὐτοῦ πολλοὺς ἠπάτα, καὶ δυσχερὴς ἦν ἡ τῆς ἀπάτης αὐτοῦ κατάληψις· ὥστε καὶ τὸ πνεῦμα λέγειν περὶ αὐτοῦ· Τίς ἀποκαλύψει πρόσωπον ἐνδύματος αὐτοῦ; καὶ τὰ ἑξῆς. Οὐ γὰρ ὅπερ ἦν, τοῦτο καὶ ἐφαίνετο, ἀλλὰ πρὸς ὃ ἐπανουργεύετο, πρὸς τοῦτο καὶ ἐφαντασίου ἑαυτόν. ∆ιὰ τοῦτο καὶ πολλοὶ ἠπατῶντο ὑπ' αὐτοῦ· ὅτε δὲ ἐπεδήμησεν ὁ Σωτὴρ, τότε ἡ πᾶσα φαντασία αὐτοῦ ἐδειγματίσθη· ἃ γὰρ ἠγνοεῖτο πάλαι ποιῶν, ταῦτα τῇ χάριτι τοῦ Χριστοῦ γινώσκεται, καὶ ἐν οἷς ἠπάτα πάλαι τοὺς ἀνθρώπους, ἐν τούτοις ὑπ' αὐτῶν καταπατεῖται. Πάσης γὰρ διαβολικῆς ἐπιθέσεως καὶ μανίας δαιμόνων ἰσχυροτέρα ἡ πίστις.

EX COMMENTARIO IN JOB. Cap. I, v. 7. Καὶ εἶπεν ὁ Κύριος τῷ ∆ιαβόλῳ Πόθεν παραγέγονας; Ἅμα καὶ ἐν τούτοις περίσταται, καὶ ὅτι τὰ γενητὰ πάντα ἐν μεμερισμένοις τόποις εἰσὶ, φωστῆρες μὲν ἐν τῷ στερεώματι, νέφη δὲ ἐν τῷ ἀέρι· καὶ τοῖς ἀνθρώποις ἔστησεν ὅρια ἐθνῶν, οἱ δὲ ἄγγελοι ἀποστέλλονται εἰς διακονίας, καὶ ἀναβαίνουσι καὶ καταβαίνουσιν ἐπὶ τῆς κλίμακος· κἀνταῦθα ἦλθον, φησὶν, παραστῆναι ἐνώπιον Κυρίου, καὶ πεῦσις γίνεται πρὸς τὸν ∆ιάβολον· Πόθεν παραγέγονας; ὥστε ἐν τόπῳ εἰσὶ, καὶ ἔνθα ἀποστέλλονται, ἐκεῖ πάρεισι, μόνος δὲ ὁ Θεὸς ἀπερίγραπτος. Ὅθεν οὐχ ὡς ἐν τόπῳ, τὸν πανταχοῦ παρόντα ζητοῦσιν, ἵν' εὕροιεν ἐν χωρίῳ καὶ συγκλειόμενον τὸν ἀόριστον· ἀλλὰ τὸ παραστῆναι τοῦτό ἐστι, τὸ τοῖς θελήμασιν αὐτοῦ τυπωθῆναι, καὶ τὸ πρὸς αὐτὸν ὁλικῶς ἀνατείνεσθαι· Θεοῦ μὲν γὰρ ἐνώπιόν ἐστι πᾶσα ἡ κτίσις, καὶ αὐτὴ ἡ ἀποστατικὴ καὶ πονηροτάτη κατὰ τὸ ἀπερίγραφον τῆς οὐσίας ἐκείνης· ἰδίως δὲ οἱ ἄγγελοι πάρεισι τῷ Θεῷ κατὰ τὸν τῆς θείας ἀγάπης ἀκόρεστον ἔρωτα. Cap. II, v. 10. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐκ ὑποίσομεν; Ἠγωνίζετο μὲν οὖν ὁ Ἰὼβ, καὶ μέγας ἦν ὁ πειρασμὸς, μείζων καὶ ἐφαίνετο ὁ ἀθλητὴς τοῦ πειρασμοῦ·

2