Quaestiones aliae

 ἡλιακῷ δίσκῳ, καὶ ἐν τῷ οὐρα νῷ, καὶ ἐν τῇ γῇ, καὶ πανταχοῦ, καὶ οὔτε τῶν ἄνω λεί πει, οὔτε τῶν κάτω· οὕτω καὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ κατῆλθε πρὸς

 ἐκπορευτὴ ἀπὸ τῆς ψυχῆς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἀπὸ τοῦ Πατρός. Καὶ εἶπον οὕτω· Ψυχὴ, λόγος καὶ πνοὴ, μία ψυχὴ, καὶ οὐ τρεῖς· ἀχώριστο

 μετὰ τὴν γέννησιν μένει ἐν τοῖς ψυχικοῖς κόλποις· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λό γος, κἂν καὶ ἐγεννήθη πρὸ τῶν αἰώνων ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' οὐκ ἐφανερ

 Θεοῦ; εἰπὲ δύο. Ποῖα δὲ ταῦτα; Ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Καὶ διὰ τί λέγονται αἰτιατά; ∆ιότι 785 γεννᾶται ὁ Υἱὸς, καὶ οὐ γεννᾷ· ἐκπορεύεται δὲ καὶ τὸ Πνεῦμ

 σεσαρκωμένος Θεὸς, καὶ Χριστὸς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς, διότι ἐφόρεσε τὴν τοῦ ἀνθρώπου μορφήν. Ἐρώτ. ιηʹ. Καὶ τίνα λόγον, ἢ τίνα χρείαν εἶχ

 ἐν τῷ τόκῳ καὶ μετὰ τὸν τόκον παρθένον ἁγνὴν δι εφύλαξε. Σὺν τούτοις δὲ καὶ ἕτερον φωτολαμπὲς καὶ θαυμαστώτατον, κἀκείνων παρόμοιον ἐκτύπωμα ἄκουσον.

 διαβόλου, αὕτη 793 καὶ μόνη νικήσῃ τὸν νικήσαντα ταύτην διάβολον. Προγινώσκων οὖν πάλιν ὁ σοφὸς Θεὸς, ὅτι οὐκ ἠδύ νατο μόνη ἡ ἀνθρωπότης νικῆσαι χωρὶς

μετὰ τὴν γέννησιν μένει ἐν τοῖς ψυχικοῖς κόλποις· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λό γος, κἂν καὶ ἐγεννήθη πρὸ τῶν αἰώνων ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' οὐκ ἐφανεροῦτο τοῖς ἀνθρώποις· παρέμενε δὲ πάλιν ἐν τοῖς κόλποις τοῖς πατρικοῖς. Καὶ ὥσπερ ὁ ἡμέτερος λόγος, ὅταν βουληθῶμεν, γεννᾶται ἐκ τῶν χειλέων ἡμῶν, καὶ φανεροῦται ἐν τοῖς ὅλοις ἡμῶν πλησιάζουσιν· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λόγος, ὅταν εὐδόκησεν, ἐγεννήθη ἐκ τῶν χειλέων τῶν προφητῶν, καὶ ἐκ τῆς πανάγνου Μαρίας, καὶ τότε γέγονε φανερὸς ἐν ὅλῳ τῷ κόσμῳ. Ὡς γὰρ φανεροῦται ὁ ἡμέτερος λόγος γεννηθεὶς ἐκ τῶν χειλέων ἡμῶν, οὕτως δὴ καὶ ὁ τοῦ Θεοῦ Λόγος, γεννηθεὶς ἐκ τῆς σαρκὸς τῆς ἀειπαρθένου Μαρίας, ἐφανερώθη πάσῃ τῇ κτίσει, καὶ οἱ πιστεύσαντες αὐτῷ σώζονται. Καὶ ὥσπερ ὁ ἡμέτερος λόγος, γεννηθεὶς ἐκ τῶν χειλέων ἡμῶν, ὅταν ἀπ' αὐτῶν τῶν χειλέων γεννᾶται, οὔτε ἀπὸ τῆς ψυχῆς λείπει, οὔτε ἀπὸ τῶν ἰδίων χειλέων, οὔτε ἀπὸ τῶν ὤτων τῶν ἀκουόντων, ἀλλ' ἔνι καὶ ἐν τῇ ψυχῇ, καὶ ἐν τοῖς χείλεσιν ἡμῶν, καὶ εἰς τὰ ὦτα τῶν ἀκουόντων, καὶ οὐ λείπει ποθὲν, κἂν καὶ χίλιαι χιλιάδες ἀκούσωσι τοῦ λόγου, οὐκ ἐλαττονοῦται ὁ λόγος, ἀλλ' ἀεὶ ἡμῶν πληρέστατος ἦν· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λόγος, κἂν καὶ ἐγεννήθη ἐκ τῆς Παρθένου Μαρίας, καὶ ἐκ τῶν χειλέων τῶν προφητῶν, ἀλλ' οὖν οὔτε ἀπὸ τοῦ Πατρὸς ἔλειπε, οὔτε ἀπὸ τῆς σαρκὸς, οὔτε ἀπὸ πάντων τῶν ἀνθρώπων, οὔτε ἀπὸ ὅλης τῆς κτίσεως, ἀλλὰ πανταχοῦ παρῆν, καὶ οὐκ ἠλαττονήθη, ἀλλὰ πληρέστατος ἦν. Καὶ οὕτως νόει περὶ τοῦ Θεοῦ καὶ Λόγου, ὅτι διπλῆν ἔχει τὴν γέννησιν, μίαν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μίαν ἐκ τῆς σαρκός· καὶ ἡ μὲν ἐκ τοῦ Πατρὸς προαιώνιος, ἡ δὲ ἐκ τῆς σαρκὸς ἐπ' ἐσχάτων τῶν ἡμερῶν· ὥσπερ καὶ ὁ ἡμέτερος λό γος πρῶτον γεννᾶται ἀπὸ τῆς ψυχῆς, καὶ τότε ἐκ τῶν χειλέων. Καὶ ταῦτα περὶ τῶν δύο γεννήσεων τοῦ Λόγου τοῦ Θεοῦ. 784 Ἐρώτ. εʹ. Τί τὸ κοινὸν τῆς ἁγίας Τριάδος; Ἀπόκ. Κοινὸν ἡ οὐσία· κοινὸν τὸ ἄναρχον· κοινὸν ἡ δύναμις, ἡ ἀγαθότης, ἡ σοφία, ἡ δικαιοσύνη. Πάντα γὰρ ἐξ ἴσου ἔχει ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα, πλὴν τῶν ἰδίων αὐτῶν. Ἴδιον γὰρ τοῦ μὲν Πατρὸς τὸ ἀγέννητον, τοῦ δὲ Υἱοῦ τὸ γεννητὸν, τοῦ δὲ ἁγίου Πνεύματος τὸ ἐκπορευτόν. Ἐρώτ. ʹ. Ἐπὶ τοῦ Θεοῦ πόσας οὐσίας ὁμολο γεῖς; Ἀπόκ. Μίαν οὐσίαν λέγω, μίαν φύσιν, μίαν μορφὴν, ἓν γένος, μίαν δόξαν, μίαν ἀξίαν καὶ κυριότητα. Ἐρώτ. ζʹ. Ὑποστάσεις δὲ πόσας ὁμολογεῖς ἐπὶ τοῦ Θεοῦ; Ἀπόκ. Τρεῖς ὑποστάσεις ὁμολογῶ, τρία πρόσωπα, τρία ἴδια, τρία ἄτομα, καὶ τρεῖς χαρακτῆρας. Ἐρώτ. ηʹ. ∆ιὰ τί λέγεται ὁ Πατὴρ Πατήρ; Ἀπόκ. Πατὴρ λέγεται ὁ Θεὸς, ὡς τὰ πάντα τηρῶν· ὡσανεὶ πάντων τηρητής. Ἐρώτ. θʹ. Καὶ ὁ Υἱὸς διὰ τί λέγεται Υἱός; Ἀπόκ. Υἱὸς λέγεται παρὰ τὸ οἷος, ἤγουν ὁποῖος καὶ ὅμοιος· οἷος γὰρ ὁ Πατὴρ, τοιοῦτος καὶ ὁ Υἱὸς, καὶ τροπῇ τοῦ ο εἰς υ, υἱός. Ὅμοιος γὰρ ὁ Υἱὸς τῷ Πατρί. Ἐρώτ. ιʹ. Καὶ τὸ Πνεῦμα διὰ τί λέγεται Πνεῦμα; Ἀπόκ. Πνεῦμα λέγεται παρὰ τὸ πᾶν νεῦμα ὀξέως ἐπινοεῖν, ἤγουν πᾶσα νεῦσις συντόμως ἐπινοεῖται δι' αὐτοῦ. «Τὸ γὰρ ἅγιον Πνεῦμα τὰ πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ.» Ἐρώτ. ιαʹ. Ἐπὶ τοῦ Θεοῦ πόσα αἴτια; Ἀπόκ. Ἓν αἴτιον ἐπὶ Θεοῦ λέγω, καὶ τοῦτό ἐστιν ὁ Πατήρ. Αὐτὸς γὰρ ὁ Πατὴρ γεννᾷ τὸν Υἱὸν, καὶ ἐκπορεύει καὶ τὸ Πνεῦμα. Λοιπὸν γίνωσκε, ὅτι ὁ Πατὴρ μόνος ἐστὶν αἴτιος· ὁ δὲ Υἱὸς οὐκ ἔστιν αἴτιος, ἀλλ' αἰτιατός. Ὥστε μὲν αἴτιός ἐστι μόνος ὁ Πατήρ· τὰ δὲ αἰτιατὰ δύο, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Αἴτιος δὲ λέγεται ὁ Πατὴρ, διότι γεννᾷ, καὶ οὐ γεννᾶται, ἐκπορεύει καὶ οὐκ ἐκπορεύεται. Γεννᾷ μὲν τὸν Υἱόν· ἐκπορεύει δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ διὰ τοῦτο λέγεται ὁ Πατὴρ αἴτιος. Ἐρώτ. ιβʹ. Καὶ πόσα αἰτιατά; Ἀπόκ. Αἰτιατὰ δύο, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Οὐ γεννᾷ ὁ Υἱὸς, ἀλλὰ γεννᾶται, καὶ διὰ τοῦτο λέγεται αἰτιατός. Λοιπὸν ἐάν τις ἐρωτήσῃ, ὅτι ἐπὶ Θεοῦ πόσα αἴτια ὁμολογεῖς; εἰπὲ, ἓν αἴτιον λέγω. Καὶ ποῖόν ἐστι τοῦτο; Ὁ Πατήρ. Καὶ διὰ τί λέγεται αἴτιος ὁ Πα τήρ; ∆ιότι γεννᾷ τὸν Υἱὸν καὶ ἐκπορεύει καὶ τὸ Πνεῦμα. Ἐὰν δὲ ἐρωτήσῃ σε, ὅτι πόσα αἰτιατὰ λέγεις ἐπὶ τοῦ

4