Petitiones Arianorum

 Ἀρειανούς· Ἀπέλθετε εἰς τὴν ἐκκλησίαν, αὔριον σύναξις ὑμῖν ἐστι. Καὶ μετὰ τὴν ἀπόλυσιν, εἰσὶν ὧδε ἐπίσκοποι, καὶ Νεμεσῖνος ὧδέ ἐστιν· ἕκαστος ὑμῶν, κα

Ἀρειανούς· Ἀπέλθετε εἰς τὴν ἐκκλησίαν, αὔριον σύναξις ὑμῖν ἐστι. Καὶ μετὰ τὴν ἀπόλυσιν, εἰσὶν ὧδε ἐπίσκοποι, καὶ Νεμεσῖνος ὧδέ ἐστιν· ἕκαστος ὑμῶν, καθὼς πιστεύει, ὑπογράψει. Καὶ Ἀθανάσιος ὧδέ ἐστιν· ὁ μὴ εἰδὼς τὸν τῆς πίστεως λόγον, μάθῃ παρὰ Ἀθανασίου. Ἔχετε τὴν αὔριον καὶ τὴν ἐπαύριον. Ἐκβαίνω γὰρ ἐγὼ εἰς κάμπον. Καί τις σχολαστικὸς τῶν κυνικῶν ἐνέτυχε τῷ βασιλεῖ. ∆έομαι τοῦ βασιλείου σου, προφάσει Ἀθανασίου ἐπισκόπου ὁ καθολικὸς τὰς οἰκίας μου ἦρεν. Ὁ βασιλεὺς εἶπεν· Εἰ ὁ καθολικὸς τὰς οἰκίας σου ἦρε, τί κοινὸν Ἀθανασίῳ; Ἕτερός τις σχολαστικὸς Παταλᾶς εἶπε· Κατηγορίαν ἔχω κατὰ Ἀθανασίου. Ὁ βασιλεὺς εἶπε· Καὶ σὺ τί κοινὸν ἔχεις πρὸς Χριστιανοὺς, Ἕλλην ὤν; Τινὲς δὲ τοῦ πλήθους τῶν Ἀντιοχέων κατέσχον Λούκιον, καὶ προσήνεγκαν τῷ βασιλεῖ λέγοντες· ∆εόμεθα τοῦ κράτους σου καὶ τοῦ βασιλείου σου, ἴδε τίνα ἠθέλησαν ποιῆσαι ἐπίσκοπον. Ἑτέρα ἐντυχία πρὸς τῷ πυλῶνι τοῦ παλατίου γενομένη παρὰ Λουκίου. ∆έομαί σου τοῦ κράτους, ἄκουσόν μου. Ὁ βασιλεὺς ἐστάθη καὶ εἶπε· Σοὶ αὐτῷ Λουκίῳ λέγω, πῶς ἦλθες ὧδε, πλοῒ ἢ πεζής; Λούκιος εἶπε· ∆έομαί σου, πλοΐ. Ὁ βασιλεὺς εἶπε· Πρὸς σὲ λέγω, 26.824 Λούκιε, ὁ Θεὸς τοῦ κόσμου, καὶ κομήτης ἥλιος καὶ σελήνη, ὀργισθείη αὐτοῖς ἐκείνοις τοῖς ἐμπλέουσιν ἅμα σοι, ὅτι οὐκ ἔῤῥιψάν σε εἰς τὴν θάλασσαν· καὶ ἡ ναῦς δὲ ἐκείνη μὴ ἴσχῃ εἰς τὸν ἅπαντα χρόνον εὐδρόμους πνοὰς, μήτε χειμαζομένη μετὰ τῶν ἐμπλεόντων λιμένος τύχοι. Καὶ δι' Εὐζωΐου ἠξίωσαν τοὺς περὶ Προβάτιον, τοὺς διαδόχους Εὐσεβίου καὶ Βαρδίωνος, τοὺς εὐνούχους, ὡς ἵνα συστάσεως τύχωσιν οἱ ἄπιστοι Ἀρειανοί. Καὶ γνοὺς τοῦτο βασιλεὺς, καὶ τοὺς εὐνούχους βασανίσας, εἶπεν· Εἴ τις ἐντυχεῖν βούλεται κατὰ Χριστιανῶν, τοιαῦτα πάθοι. Καὶ οὕτως ἀφῆκεν ὁ βασιλεύς.

2