λέγων τὸ, γε νόμενος, ἴσον τῷ γεγενῆσθαι, καὶ ὅτι ἐστὶ κρείτ των, λέγει. Τὸ μὲν γὰρ γεννητὸν οὐ διαφέρει, κἂν λέγῃ τις, γέγονεν, ἢ, πεποίηται· τὰ δὲ γενητὰ ἀδύνατον, δημιουργήματα ὄντα, λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα, μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσθαι καὶ αὐτὰ λέγονται· οὔτι γε διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν μετουσίαν τοῦ Υἱοῦ ἐν τῷ Πνεύματι. Καὶ τοῦτο πάλιν οἶδεν ἡ θεία Γραφή· ἐπὶ μὲν τῶν γενητῶν λέγουσα, Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ, Πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπὶ δὲ τῶν υἱῶν τῶν γεννητῶν, Ἐγένοντο τῷ Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς· καὶ, Ἀβραὰμ δὲ ἦν ἑκατὸν ἐτῶν, ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐ τοῦ. Ὁ δὲ Μωϋσῆς ἔλεγεν· Ἐὰν γένωνταί τινι υἱοί. Οὐκοῦν εἰ μὲν τῶν γενητῶν ἄλλος ἐστὶ, τῆς δὲ τοῦ Πατρὸς οὐσίας μόνον ἴδιον γέννημα ὁ Υἱὸς, με ματαίωται τοῖς Ἀρειανοῖς ἡ περὶ τοῦ, γενόμενος, πρόφασις. Κἂν γὰρ ἐν τούτοις αἰσχυνθέντες βιάζων ται πάλιν λέγειν συγκριτικῶς εἰρῆσθαι τὰ ῥητὰ, καὶ διὰ τοῦτο εἶναι τὰ συγκρινόμενα ὁμογενῆ, ὥστε τὸν Υἱὸν τῆς τῶν ἀγγέλων εἶναι φύσεως· αἰσχυνθήσονται μὲν προηγουμένως ὡς τὰ Οὐαλεντίνου καὶ Καρπο κράτους καὶ τῶν ἄλλων αἱρετικῶν ζηλοῦντες καὶ φθεγγόμενοι, ὧν ὁ μὲν τοὺς ἀγγέλους ὁμογενεῖς εἴ ρηκε τῷ Χριστῷ· ὁ δὲ Καρποκράτης ἀγγέλους τοῦ κόσμου δημιουργοὺς εἶναί φησι. Παρ' αὐτῶν γὰρ ἴσως μαθόντες καὶ οὗτοι, συγκοίνουσι τὸν τοῦ Θεοῦ Λόγον τοῖς ἀγγέλοις. 26.132 Ἀλλ' ἐντραπήσονται τοιαῦτα φανταζόμενοι παρὰ μὲν τοῦ ὑμνῳδοῦ λέγοντος, Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; καὶ, Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; Ἀκούσονται δὲ ὅμως, ἐὰν ἄρα κἂν οὕτω μάθωσιν, ὡς ἐν μὲν τοῖς ὁμογενέσιν ὁμολογουμένως φιλεῖ τὰ τῆς συγκρίσεως γίνεσθαι, καὶ οὐκ ἐν τοῖς ἑτερογενέσιν. Οὐδεὶς γοῦν Θεὸν συγκρίνοι πρὸς ἄνθρωπον, οὐδὲ πάλιν ἄνθρωπον πρὸς τὰ ἄλογα, οὐδὲ ξύλα πρὸς λίθους, διὰ τὸ ἀνόμοιον τῆς φύσεως· ἀλλὰ Θεὸς μὲν ἀσύγκριτόν ἐστι πρᾶγμα· ἄνθρωπος δὲ πρὸς ἄνθρωπον συγκρίνεται, καὶ ξύλον πρὸς ξύλον, καὶ λίθος πρὸς λίθον· καὶ οὐκ ἄν τις ἐπὶ τούτων εἴ ποι τὸ, κρεῖττον, ἀλλὰ τὸ, μᾶλλον, καὶ τὸ, πλέον· οὕτως Ἰωσὴφ ὡραῖος ἦν μᾶλλον παρὰ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ Ῥαχὴλ τῆς Λείας· ἀστὴρ δὲ ἀστέρος οὐχὶ κρείσσων, ἀλλὰ μᾶλλον διαφέρει ἐν δόξῃ. Ἐπὶ δὲ τῶν ἑτερογενῶν, ὅταν ταῦτά τις παραβάλλῃ πρὸς ἄλληλα, τότε τὸ, κρεῖττον, πρὸς τὸ διαλλάττον λέγε ται, καθάπερ ἐπὶ τῆς σοφίας καὶ τῶν λίθων εἴρηται. Εἰ μὲν οὖν εἰρηκὼς ἦν ὁ Ἀπόστολος· Τοσούτῳ μᾶλλον ὁ Υἱὸς τῶν ἀγγέλων προάγει, ἢ, τοσούτῳ μείζων ἐστίν· ἦν ἂν ὑμῖν πρόφασις, ὡς συγκρινομένου τοῦ Υἱοῦ πρὸς τοὺς ἀγγέλους· νῦν δὲ λέγων κρείττονα αὐτὸν εἶναι, καὶ τοσούτῳ διαφέρειν, ὅσῳ διέστηκεν υἱὸς δούλων, δείκνυσιν αὐτὸν ἄλλον εἶναι τῆς τῶν ἀγγέλων φύσεως. Λέγων δὲ πάλιν αὐτὸν εἶναι τὸν θεμελιώσαντα τὰ πάντα, δείκνυσιν ἄλλον αὐτὸν εἶναι πάντων τῶν γενητῶν. Ἄλλου δὲ καὶ ἑτερουσίου αὐ τοῦ ὄντος παρὰ τὴν τῶν γενητῶν φύσιν, ποία τῆς οὐσίας αὐτοῦ σύγκρισις ἢ ὁμοιότης πρὸς τὰ γενητά; Κἂν γὰρ πάλιν ἐνθυμηθῶσί τι τοιοῦτον, διελέγξει τούτους τὰ αὐτὰ λέγων ὁ Παῦλος· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ· ἐγὼ σήμε ρον γεγέννηκά σε; Καὶ πρὸς μὲν τοὺς ἀγγέ λους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύ ματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλό γα Ἰδοὺ τῶν μὲν γενητῶν τὸ ποιεῖσθαι, καὶ ταῦτα ποιήματα εἶναι λέγει· πρὸς δὲ τὸν Υἱὸν οὐ ποίησιν, οὐδὲ τὸ γενέσθαι, ἀλλὰ τὸ ἀΐδιον, καὶ τὸ βασιλέα, καὶ τὸ εἶναι δημιουργὸν, προσφωνεῖ λέγων· Ὁ θρό νος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ σὺ κατ' ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπ ολοῦνται, σὺ δὲ διαμένεις. Ἐξ ὧν καὶ αὐτοὶ συνιδεῖν ἠδύναντο, εἴπερ ἤθελον, ὅτι ἄλλος μέν ἐστιν 26.133 ὁ δημιουργῶν, ἄλλα δὲ τὰ δημιουργήματα· καὶ ὁ μὲν Θεός ἐστι, τὰ δὲ γενητά ἐστιν ἐξ οὐκ ὄντων πε ποιημένα. Τὸ γὰρ λεγόμενον νῦν, αὐτοὶ ἀπ ολοῦνται, οὐχ ὡς εἰς ἀπώλειαν ἐσομένης τῆς κτίσεώς φησιν, ἀλλ' ἵνα
34