Oratio quarta contra Arianos

 ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υ

 Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι

 ἐξαλειφ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντ

 Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτ

 καὶ τοῦτο εἰς ἄπειρον. 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπεί

 σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέ

 γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ' ἐν τ

 αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή σονται λέγειν, ἵ

 ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε

 τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ

 ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· κ

 δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ ∆αβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μ

 καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν». Εἰ τοίνυν τὸ γένος ∆αβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρ

 λόγος ἐστίν. 31 <Ἀπὸ τοῦ Λευιτικοῦ.> «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά

 διαμονὴν ἀτε λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ

 δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ θεοῦ λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος

δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ ∆αβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου». Οὐκοῦν εἰ ἡ χεὶρ ἐν τῷ κόλπῳ, καὶ ὁ υἱὸς ἐν τῷ κόλπῳ, ὁ υἱὸς ἂν εἴη ἡ χείρ, καὶ ἡ χεὶρ ἂν εἴη ὁ υἱός, δι' οὗ ἐποίησε τὰ πάντα ὁ πατήρ. «Ἡ χείρ σου γάρ», φησιν, «ἐποίησε ταῦτα πάντα» καὶ «τῇ χειρὶ ἐξήγαγε τὸν λαόν»· οὐκοῦν διὰ τοῦ υἱοῦ. Εἰ δὲ καὶ «αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου», καὶ πάλιν «εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ», ὁ ἀγαπητὸς ἄρα ἐστὶν ἡ χεὶρ ἀλλοιωθεῖσα, περὶ οὗ καὶ λέγει ἡ θεία φωνή· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». Ἴσον ἄρα ἐστὶν «αὕτη ἡ χείρ μου» τῷ «οὗτος ὁ υἱός μου». 27 Ἐπειδὴ δέ τινες τῶν ἀπαιδεύτων ἀναιροῦντες τὸ εἶναι υἱὸν εὐτελίζουσι τὸ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», ὡς ἂν ἐπὶ τῆς Μαρίας ἁρμόζοντος τούτου, φάσκοντες πρὸ τοῦ ἑωθινοῦ ἀστέρος γεγεννῆσθαι αὐτὸν ἀπὸ Μαρίας-μὴ γὰρ ἂν ἐπὶ θεοῦ ἁρμόζειν γαστέρα λέγειν-, ὀλίγα εἰπεῖν ἀνάγκη. Εἰ μὲν οὖν, ὅτι ἡ γαστὴρ ἀνθρώπινόν ἐστιν, διὰ τοῦτο ἀλλότριον θεοῦ, δῆλον, ὅτι καὶ ἡ καρδία ἀνθρώπινον ἔχει τὸ σημαινόμενον. Ἀκολουθεῖ γὰρ τὸν καρδίαν ἔχοντα ἔχειν καὶ γαστέρα. Ἀμφοτέρων δὴ ἀνθρωπίνων ὄντων ἢ ἀναιρεῖν ἑκάτερον ἀνάγκη, ἢ ἀμφοτέρων τὴν διάνοιαν ζητεῖν χρή. Ὡς γὰρ ἐκ καρδίας λόγος, οὕτως ἐκ γαστρὸς γέννημα. Καὶ ὥσπερ καρδίας θεοῦ λεγομένης οὐκ ἀνθρωπίνην νοοῦμεν αὐτὴν, οὕτως ἐὰν «ἐκ γαστρὸς» ἡ γράφη λέγῃ, οὐ σωματικὴν δεῖ ταύτην ἐκδέχεσθαι. Ἔθος γὰρ τῇ θείᾳ γραφῇ, ἀνθρωπίνως τὰ ὑπὲρ ἄνθρωπον λαλεῖν καὶ σημαίνειν. Ἀμέλει περὶ τῆς κτίσεως διηγούμενός φησιν· «αἱ χεῖρές σου ἐποιησάν με καὶ ἔπλασάν με», καί· «ἡ χείρ μου ἐποίησε ταῦτα πάντα», καί· «αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν». Ἁρμοζόντως ἄρα περὶ ἑκάστου σημαίνει τοῦ μὲν υἱοῦ τὸ ἴδιον καὶ τὸ γνήσιον, τῆς δὲ κτίσεως τὴν ἀρχὴν τοῦ εἶναι. Τὰ μὲν γὰρ ποιεῖ καὶ κτίζει, τὸν δὲ γεννᾷ ἐξ ἑαυτοῦ λόγον, σοφίαν. Γαστὴρ γὰρ καὶ καρδία τὸ ἴδιον καὶ γνήσιον δηλοῦσιν. Καὶ γὰρ καὶ ἡμεῖς τὸ μὲν γνήσιον ἐκ γαστρὸς ἔχομεν, τὰ δὲ ἔργα διὰ χειρὸς ποιοῦμεν. 28 Τί οὖν, φασίν, καὶ τὸ «πρὸ τοῦ ἑωσφόρου»; Ἐγὼ δ' ἂν εἴποιμι· εἰ τὸ «πρὸ τοῦ ἑωσφόρου» τούτου θαυμαστὴν δείκνυσι τὴν ἐκ Μαρίας γέννησιν, πολλοὶ καὶ ἄλλοι πρὸ τῆς τοῦ ἀστέρος ἀνατολῆς ἐγεννήθησαν. Τί οὖν θαυμαστὸν ἐπὶ τούτου εἴρηται, ὅτι ὡς ἐξαιρέτου τινὸς αὐτοῦ μνημονεύει, κοινοῦ ὄντος καὶ ἐπὶ πολλῶν; Ἔπειτα διαφέρει τὸ γεννῆσαι τοῦ ἐξαγαγεῖν. Τὸ μὲν γὰρ γεννῆσαι ἀρχὴν ἔχει καταβολῆς· τὸ δὲ ἐξαγαγεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ὑπάρχον προαγαγεῖν. Εἰ τοίνυν ἐπὶ τοῦ σώματος ἁρμόζει ἡ φωνή, ἰστέον, ὅτι οὐ τότε ἀρχὴν γενέσεως εἴληφεν, ὅτε τοῖς ποιμέσιν εὐηγγελίσθη νυκτός, ἀλλ' ὅτε ὁ ἄγγελος ἐλάλησε πρὸς τὴν παρθένον. Οὐκ ἦν δὲ τότε νύξ· οὐ γὰρ εἴρηται· νὺξ δὲ ἦν, ὅτε ἐξῆλθεν ἀπὸ τῆς γαστρός. Ταύτην τὴν διαφορὰν τί θησιν ἡ γραφή, καὶ τὸ μὲν γεγεννῆσθαι «πρὸ ἑωσφόρου» φησίν, τὸ δὲ «ἐκ γαστρὸς» πρόοδον ὀνομάζει, ὡς ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ· «σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός». Ἄλλως τε οὐκ εἶπε «πρὸ ἀνατολῆς ἑωσφόρου», ἀλλ' ἁπλῶς «πρὸ ἑωσφόρου». Εἰ τοίνυν ἐπὶ τοῦ σώματος ληπτέον τὸ ῥητόν, ἀνάγκη ἢ πρὸ τοῦ Ἀδὰμ εἶναι τὸ σῶμα (πρὸ τοῦ Ἀδὰμ γὰρ τὰ ἄστρα) ἢ ζητεῖν τὸν νοῦν τοῦ γράμματος, ὃ παρὰ Ἰωάννου ἐκλαβεῖν δυνατόν. Ἐν γὰρ τῇ Ἀποκαλύψει φησίν· «ἐγὼ τὸ α καὶ τὸ ω, καὶ ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος. Μακάριοι οἱ πλατύνοντες τὰς στόλας αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τοῦ ξύλου τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν· Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοί, καὶ οἱ πόρνοι, καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ποιῶν καὶ φιλῶν ψεῦδος. Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου, μαρτυρῆσαι ὑμῖν ταῦτα ἐν ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος ∆αβίδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός. Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω· ἔρ χου·

13