Oratio in resurrectionem et in recens baptizatos

 λαβόντες ἀγράφοις δωρεαῖς. Αὐτὸ τὸ ὕδωρ αὐτοῖς καὶ τάφος καὶ μήτηρ γέγονεν· καὶ γὰρ ἀπέκ τεινεν τῇ ἁμαρτίᾳ καὶ ἀνεγέννησεν αὐτοὺς τῇ δικαιοσύνῃ. 11 Σο

λαβόντες ἀγράφοις δωρεαῖς. Αὐτὸ τὸ ὕδωρ αὐτοῖς καὶ τάφος καὶ μήτηρ γέγονεν· καὶ γὰρ ἀπέκ τεινεν τῇ ἁμαρτίᾳ καὶ ἀνεγέννησεν αὐτοὺς τῇ δικαιοσύνῃ. 11 Σοῦ πύθεσθαι θέλω, νεοφώτιστε. Οὐκ ὡμολόγεις πρό τερον τὴν δουλείαν, μήτι κατέβαλες· οὐ καυχᾶσαι νῦν τὴν ἐλευθερίαν. Ἔγεμες κακῶν, πεπλήρωσαι νῦν ἀγαθῶν. Τόπος σε κατεδούλωσεν καὶ ἠλευθέρωσεν· κατεδούλωσεν μὲν θεῷ, ἠλευθέρωσεν ἁμαρτίας. Ὦ πόσας ἀκτῖνας ἐξ ἑαυτοῦ «ὁ τῆς δικαιοσύνης ἥλιος» προηνέγκατο; Ὦ πόσους παῖδας ὁ ἐπουράνιος νυμφίος τῇ ἀχράντῳ ταύτῃ συμπλακεὶς νύμφῃ προσεκτήσατο; 12 Οὐχ ἡδονῇ, οὐ ῥεύσει, οὐ πάθει ἀλλ' «ἐξ ὕδατος καὶ πνεύματος» ἀναγεννήσας οὕς, καὶ πολλοὺς ὄντας τοῦ σώματος ταῖς τομαῖς, ἑνὶ φρονήματι τοὺς πάντας συγκιρνᾷ, ἵνα, ὥσπερ αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσιν κατὰ φύσιν, οὕτω καὶ αὐτοὶ ἓν ὦσιν αὐτῷ κατὰ γνώμην. 13 Ἐπὶ τούτοις τί προσῆκεν ποιεῖν; Σὺν τῷ μακαρίῳ ∆αυὶδ χορεύειν· καὶ γὰρ ζῇ καὶ σιωπῶν ψάλλει καὶ ἐπειδὴ ἐκ τοῦ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα ἀνέτειλεν ἡμῖν ὁ ἐλευθερωτής. Βλέπε σήμερον συγχορεύοντα. Φησὶν γάρ· «Ἄισατε τῷ κυρίῳ ᾆσμα καινὸν ὅτι θαυμαστὰ ἐποίησεν.» 14 Πέπαυται γὰρ ἡ τοῦ διαβόλου τελετὴ καὶ μαντικὰ μὲν ὕδατα οὐκ ἐνεργεῖ, βαπτίσματος δὲ χάρις ἐλευθεροῖ. Ταῦτα ἐστιν ἃ ἐδωρήσατο Χριστὸς τῇ ἐκκλησίᾳ. ∆ιὰ ταῦτα ἄνθρωπος γέγονεν μείνας θεὸς οὐχ ἑαυτὸν βλάψας, ἵνα ἡμᾶς ἐλευθερώσῃ. ∆ιὰ ταῦτα ἄνθρωπος γέγονεν ἵνα κρύψας λαθὼν τὸν πολέμιον ἐλευθερώσῃ τὸν αἰχμάλωτον. 15 Ἃ μὲν ἐκέρδαινον οἱ νεοφώτιστοι, εἰρήκαμεν, ἀγαπη τοί· ἔτι δὲ γαλακτοτροφουμένους ἐπιστῆσαι τῇ τραπέζῃ δεῖ· καιρὸς γὰρ παντὶ πράγματι πρὸς ἀναγκαιοτέρων πραγμάτων κατάστασιν. Ζήλωσον τούτους, ὦ κατηχούμενε, καὶ μὴ ἀγαπήσῃς τὴν δουλείαν, μὴ μείνῃς ἐν τοῖς δεσμοῖς τῆς ἁμαρτίας, μὴ χρονίσῃς ἐν τῇ αἰχμαλωσίᾳ. Κάτελθε λοιπὸν ἀπὸ τῶν ὤμων τῆς μητρός σου καὶ πρόσελθε τῇ στερεᾷ τροφῇ. 16 Καλεῖ σε ὁ θεός· ἐπάκουσον. Ἆρα οὐκ ἀρκεῖ σοι πρὸς λύπην, ἐν τῷ μέλλειν ἡμᾶς μυσταγωγεῖσθαι τὴν σωτήριον ἡμῶν οἰκονομίαν, ἔξω βάλλεσθαί σε ὡς ἀλλότριον; Προσκυνεῖς Χρισ τὸν καὶ οὐκ οἶδας τὰ τοῦ Χριστοῦ. Πλουτεῖς τοῖς τοῦ Χριστοῦ καὶ οὐ νοεῖς τὸν θησαυρόν. Πρόκειταί σοι τροφὴ καὶ πεινᾷς. 17 Γένοιτο δὲ ὑμᾶς εἰς τὸ αὐτὸ συνελθεῖν, ἵνα ὅλη φαιδρὰ ἡ ἐκκλησία γεναμένη ὅλη ἀστέρων πληρωθῇ. Οὐρανὸς γένοιτο ἀντὶ γῆς, τοῦ διαβόλου τὴν ὁμίχλην σκεδαννύουσα. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

2