In nativitatem praecursoris

 μυστικὸς ἄνθραξ ἐπί κειται; ὃν τῇ λαβίδι τοῦ πνεύματος τὰ σεραφὶμ διερ χόμενα διὰ τῆς λειτουργίας τοῦ ἱερέως, κάθαρσιν ἁμαρ τημάτων τῷ αἰτοῦντι χαρίζο

 θησαυρισθέντα, καὶ ὑπὸ τοῦ Πατρὸς σφραγισθέντα, καὶ ὑπὸ τῶν εὐσεβῶν φυλαχθέντα. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ἐν τῷ μηνὶ τῷ ἕκτῳ ἀπε

 ὅμως καὶ αὐτὴ φανεροποιηθεῖσα, γραφῇ παρεδόθη, καὶ πῶς παραχρῆμα γέγονε σαφῶς ἐγνωρίσθη, ὅτι ἀπὸ τῆς γῆς χοῦν λαβὼν ὁ δημιουργὸς, θεόμορφον ζῶον κατεσ

θησαυρισθέντα, καὶ ὑπὸ τοῦ Πατρὸς σφραγισθέντα, καὶ ὑπὸ τῶν εὐσεβῶν φυλαχθέντα. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ἐν τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβρι ὴλ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσήφ.» Ὢ μνῆστρα ἄλλῳ μνηστευθέντα, καὶ ἄλλῳ κατεγ γυηθέντα! ὢ μνῆστρα χαρᾶς ἐμφανιστικὰ, καὶ ταρα χῆς διαιρετικά! Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· Εἰσελθὼν δὲ εἰς τὸν οἶκον ὁ ἄγγε λος, ἠσπάσατο τὴν Παρθένον καὶ εἶπε· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν. Ἡ δὲ, ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ἐν ἑαυτῇ, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.» Εἶδες τὴν χαρὰν τοῦ ἀγγέλου τα ραχὴν ἐγείρουσαν; Οὐ μόνον δὲ ταραχὴν, ἀλλὰ καὶ διαλογισμοὺς, ἀλλὰ καὶ ἀμφιβολίαν, ἀλλὰ καὶ τὰ πα ραπλήσια τούτων. Τὸ γὰρ ἄθροον τῆς ἀγγελικῆς εἰσ όδου, καὶ τὸ ξένον τῆς ὄψεως, καὶ τὸ ἀσύνηθες τῆς συντυχίας, καὶ τὸ ὑπέρογκον τῆς ἐπαγγελίας, καὶ τὸ ἀπροσδόκητον τῆς ἀκοῆς, εἰς δειλίαν ἐνέβαλε τὴν Παρθένον, τῇ ἐπινοίᾳ τῆς σωφροσύνης πᾶσαν φαύλην ἐπίνοιαν ἐκποδὼν ποιησαμένην. ∆ιὸ καὶ ἐταρά χθη, καὶ ταραχθεῖσα ἀτάραχος ἔμεινε. Τί ἐστι, Καὶ ταραχθεῖσα ἀτάραχος ἔμεινεν; Ἄκουε συνετῶς. Ἡνίκα Γαβριὴλ ὁ ἄγγελος, ἀποστολικὴν διακονίαν πλη ρῶν, ἀψόφῳ ποδὶ ἐπὶ τὸν παρθενικὸν ἐχώρει κοι τῶνα· μόνη γὰρ παρῆν ἡ Παρθένος, ἐν τῷ οἴκῳ τοῦ μνηστευσαμένου διάγουσα· ἴστε πάντες σαφῶς καὶ πῶς ἐρυθριᾷ παρὰ τὰς ἀρχὰς τοῦ συναλλάγματος ἡ Παρθένος κάτω τὰς ὄψεις φέρουσα, ἠρέμα λαλοῦσα, μὴ ἀνανεύουσα, πάσης σωφροσύνης ἐπιμελουμένη. Ἐν τούτοις ἰδὼν αὐτὴν ὁ ἄγγελός φησι πρὸς αὐτήν· «Μὴ φοβοῦ, Μαριὰμ,» εἰ καὶ ἠγωνίασας, καὶ ὥσπερ παρθένος τῆς σωφροσύνης ἐφρόντισας, μὴ καταδρα μὼν ὁ μνηστήρ σου καταψηφίσηταί σου τῆς εὐλαβείας. Τοῦτο γίνωσκε, Παρθένε, ὡς οὐδεμία σοι κοινωνία ἔσται πρὸς τὸν μνηστῆρά σου Ἰωσήφ. Ἕτερόν σε πρᾶγμα περιμένει, θεῖον, δεσποτικὸν, ἄφραστον, ἀνερμήνευτον, λόγῳ παραστῆναι μὴ δυνάμενον. ∆ε σποτικὸς εὑρεθήσῃ σηκὸς, ἀπειρόγαμος ἀναδειχθήσῃ μήτηρ, τὸν οὐρανοῦ καὶ γῆς δεσπότην μέλλεις ὑποδέχεσθαι, ἀδιάφθορον τόκον κυοφοροῦσα. «Μὴ φοβοῦ, Μα ριὰμ,» στήριξόν σου τὸν λογισμὸν, νεύρωσόν σου τὴν ψυχὴν, ἕδρασόν σου τὴν καρδίαν. Μὴ μιμήσῃ τὸν Ζα χαρίαν, μὴ ἀμφιβάλῃς, ὡς ἐκεῖνος, σὺ τῶν γυναικῶν τὸ καύχημα· σὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ τὸ ἀγαλλίαμα· σὺ τῶν ἐθνῶν τὸ ἐγκαλλώπισμα· σὺ τῆς χαρᾶς τὸ ῥί 28.913 ζωμα· σὺ τῆς εὐλογίας τὸ φυτούργημα. Σὺ εὗρες χάριν παρὰ τῷ Θεῷ παρὰ πάσας τὰς παρθένους. Καὶ, «ἰδοὺ συλλήψῃ Υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰη σοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθή σεται.» Τούτων σοι τῶν ἀγαθῶν ἥκω μηνυτὴς ὑπάρ χων, εἰ καὶ ἔξω φύσεως τὰ λεγόμενα· ἀλλ' ὅμως παρὰ τῷ φυσιουργῷ πάσης τῆς κτίσεως οὐδὲν σκολιὸν ἢ στραγγαλιῶδες, ἀλλὰ πάντα εὐθέα καὶ πρὸς εὐχέ ρειαν βλέποντα. Ἐν ταύταις ταῖς ἐπαγγελίαις ἡ Παρ θένος σαγηνευθεῖσα, καὶ πάσης φαύλης ἐπινοίας ἀπαλλαγεῖσα, οὐκέτι ὡς ἀπαῤῥησίαστος ἐσιώπα, λέ γουσα πρὸς τὸν ἄγγελον· «Πῶς ἔσται μοι τοῦτο, ὅτι ἄνδρα οὐ γινώσκω;» Τί μου καὶ τὴν καρδίαν θροεῖς, καὶ τὴν ἀκοὴν ξενοφωνεῖς; Τί τὸ μὴ ἀκουσθὲν ἀπὸ τοῦ αἰῶνος διαγγέλλεις; ἔγκυος εὑρεθήσομαι, καὶ ἀν δρὸς πεῖραν οὐ λήψομαι; «Πῶς ἔσται μοι τοῦτο;» Μήτηρ ὀνομασθήσομαι, καὶ μητρικῶν ὠδίνων ἔξω γενήσομαι; «Πῶς ἔσται μοι τοῦτο;» Μαζὸν ἐπι δώσω, καὶ σπάργανα συσφίγξω, καὶ παῖδα γαλακτο τροφήσω, καὶ τί τὸ ἐν ἐμοὶ οὐ γνώσομαι; «Πῶς ἔσται μοι τοῦτο;» λέγε μοι τὴν εὔλογον αἰτίαν, ἵνα γνώσω τὴν ἀμφίβολον κυοφορίαν. Ξένον τῆς Εὔας ἡ γέννησις, ἀλλ' ὅμως ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη· καὶ ἔσχε τὸ αἴτιον ὅθεν ἐγνωρίσθη τὸ φύραμα, ὅτι ἐξ αὐτοῦ ἡ αὐτῷ ληφθεῖσα, καὶ ὁ ἴδιος τῷ ἰδίῳ ἀνεπληρώθη τό πος Ξενοπρεπεστέρα δὲ τῆς Εὔας ἡ τοῦ Ἀδὰμ γέν νησις· ἀλλ'

3