In illud: Qui dixerit verbum in filium

 εἰρημένον τοῖς μαθηταῖς· «Ἔτι «πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὔπω δύνασθε χωρεῖν. «Ὅταν δὲ ἔλθῃ τὸ ἅγιον Πνεῦμα, διδάξει ὑμᾶς.» Εἶτά φησιν· «Ὥσπερ τοῖς

 ἀναιροῦντι μετάνοιαν, καὶ 26.656 φάσκοντι μηδεμίαν συγγνώμην ἔχειν τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας, εἰ διὰ τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εἴρηται

 «Καὶ ὁμολο γουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, Θεὸς ἐφανερώθη ἐν σαρκί»). Ὅταν δὲ πάλιν τὰ τῆς θεότητος ἔργα θεωροῦντές τινες, διστάζωσι πε

 ὥς φησιν ἡ Γραφὴ, περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ἀαρών. Τοιαῦτα καὶ νῦν τολμῶντες οἱ Φαρισαῖοι, τοι αύτην ἐσχήκασι παρὰ τοῦ Σωτῆρος τὴν ἀπό

 τῶν ἀνθρωπίνων ἄνθρωπον αὐτὸν μόνον ὀνομάζειν· ἐκ δὲ τῶν ἔργων, ἃ ἦν ἴδια Θεοῦ, μηκέτι Θεὸν αὐτὸν ὁμολογεῖν, ἀλλὰ τὸν ἐν αὐ τοῖς Βεελζεβοὺλ ἀντ' ἐκείν

 θάνατος ἐδείκνυεν αὐτὸν ἀληθῶς ἔχοντα σῶμα. ∆ιὸ εἰκότως Υἱὸν ἀνθρώ που ἔλεγε τὸν παραδιδόμενον· ὁ Λόγος γὰρ, ἀθάνατος καὶ ἄψαυστός ἐστι, καὶ αὐτοζωὴ τ

 προσέτρεχον τῷ διαβόλῳ, οἰόμενοι, ὅτι, ταῦτα τολμῶντες, διαδράναι δυνήσονται, ὥστε μὴ κριθῆναι παρ' αὐτοῦ τοῦ ὑβριζομένου παρ' αὐτῶν Λόγου. Οἱ μὲν οὖν

τῶν ἀνθρωπίνων ἄνθρωπον αὐτὸν μόνον ὀνομάζειν· ἐκ δὲ τῶν ἔργων, ἃ ἦν ἴδια Θεοῦ, μηκέτι Θεὸν αὐτὸν ὁμολογεῖν, ἀλλὰ τὸν ἐν αὐ τοῖς Βεελζεβοὺλ ἀντ' ἐκείνου θεοποιεῖν, ἵνα σὺν αὐτῷ λοιπὸν αἰωνίως ἐν τῷ πυρὶ κολάζωνται. Καὶ αὐτὴ δὲ ἡ τοῦ ἀναγνώσματος παρατήρησις τοιαύτην ἔμφασίν τινα παρέχειν μοι δοκεῖ, καὶ δεικνύειν εἰς αὐτὸν φθάνειν ἀμφοτέρας τὰς βλασφη μίας, καὶ περὶ ἑαυτοῦ εἰρηκέναι τὸ, «Υἱὸς ἀνθρώ που,» καὶ τὸ, «Πνεῦμα·» ἵν' ἐκ τούτου μὲν τὸ σω ματικὸν ἑαυτοῦ δείξῃ, ἐκ δὲ τοῦ πνεύματος τὴν πνευματικὴν ἑαυτοῦ καὶ νοητὴν καὶ ἀληθεστάτην θεότητα δηλώσῃ. Καὶ γὰρ τὸ μὲν λαβεῖν δυνάμενον συγγνώμην ἐπὶ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου συνέταξεν, ἵνα τὸ σωματικὸν ἑαυτοῦ σημάνῃ· τὴν δὲ ἀσύγγνωστον βλασφημίαν εἰς τὸ Πνεῦμα φθάνειν δεδήλωκεν· ἵνα, πρὸς ἀντιδιαστολὴν τοῦ σωματικοῦ τοῦτο λέγων, τὴν ἑαυτοῦ θεότητα δείξῃ. Τοῦτον δὲ τὸν χαρακτῆρα καὶ ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ ἑώρακα· ὁπη νίκα, περὶ τῆς τοῦ σώματος βρώσεως διαλεγόμενος, καὶ διὰ τοῦτο πολλοὺς ἑωρακὼς τοὺς σκανδαλισθέντας, φησὶν ὁ Κύριος· «Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαί νοντα, ὅπου ἦν τὸ πρότερον; Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή.» Καὶ ἐν ταῦθα γὰρ ἀμφότερα περὶ ἑαυτοῦ εἴρηκε, σάρκα καὶ πνεῦμα· καὶ τὸ πνεῦμα πρὸς τὸ κατὰ σάρκα δι έστειλεν, ἵνα μὴ μόνον τὸ φαινόμενον, ἀλλὰ καὶ τὸ ἀόρατον αὐτοῦ πιστεύσαντες μάθωσιν, ὅτι καὶ ἃ λέγει οὐκ ἔστι σαρκικὰ, ἀλλὰ πνευματικά. Πόσοις γὰρ ἤρκει τὸ σῶμα πρὸς βρῶσιν, ἵνα καὶ τοῦ κόσμου παντὸς τοῦτο τροφὴ γένηται; Ἀλλὰ διὰ τοῦτο τῆς εἰς 26.668 οὐρανοὺς ἀναβάσεως ἐμνημόνευσε τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἵνα τῆς σωματικῆς ἐννοίας αὐτοὺς ἀφελ κύσῃ, καὶ λοιπὸν τὴν εἰρημένην σάρκα βρῶσιν ἄνω θεν οὐράνιον, καὶ πνευματικὴν τροφὴν παρ' αὐτοῦ διδομένην μάθωσιν. «Ἃ γὰρ λελάληκα, φησὶν, ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή·» ἴσον τῷ εἰπεῖν· Τὸ μὲν δει κνύμενον καὶ διδόμενον ὑπὲρ τῆς τοῦ κόσμου σωτη ρίας ἐστὶν ἡ σὰρξ ἣν ἐγὼ φορῶ· ἀλλ' αὕτη ὑμῖν καὶ τὸ ταύτης αἷμα παρ' ἐμοῦ πνευματικῶς δοθή σεται τροφή· ὥστε πνευματικῶς ἐν ἑκάστῳ ταύτην ἀναδίδοσθαι, καὶ γίνεσθαι πᾶσι φυλακτήριον εἰς ἀνάστασιν ζωῆς αἰωνίου. Οὕτω καὶ τὴν Σαμα ρεῖτιν ἀφέλκων ὁ Κύριος ἀπὸ τῶν αἰσθητῶν, Πνεῦμα εἴρηκε τὸν Θεὸν, ὑπὲρ τοῦ μηκέτι σωματικῶς αὐτὴν, ἀλλὰ πνευματικῶς διανοεῖσθαι περὶ τοῦ Θεοῦ· οὕτω καὶ ὁ προφήτης θεωρῶν τὸν Λόγον τὸν γενόμενον σάρκα εἴρηκε· «Πνεῦμα προσώπου ἡμῶν Χριστὸς Κύριος·» ἵνα μὴ ἐκ τοῦ φαινομένου νομίσῃ τις ἄνθρωπον ψιλὸν εἶναι τὸν Κύριον, ἀλλὰ καὶ Πνεῦμα ἀκούων, γινώσκῃ Θεὸν εἶναι τὸν ἐν σώματι ὄντα. Ἑκάτερον οὖν δῆλον ἂν εἴη λοιπὸν, ὅτι ὁ τὸν Κύριον ὁρῶν τὰ περὶ ἑαυτοῦ διαλεγόμενον, ἐὰν μὲν τὰ σωματικὰ αὐτοῦ μόνον βλέπων, καὶ μὴ πιστεύων λέγοι· «Πόθεν τούτῳ ἡ σοφία αὕτη;» ἁμαρτάνει μὲν, καὶ ὡς εἰς Υἱὸν ἀνθρώπου βλασφημεῖ· ἀλλ' ὁ 26.669 ὁρῶν αὐτοῦ τὰ ἔργα τὰ Πνεύματι ἁγίῳ γινό μενα, καὶ λέγων τὸν τοιαῦτα ποιοῦντα μὴ εἶναι Θεὸν καὶ τοῦ Θεοῦ Υἱὸν, ἀλλὰ τῷ Βεελζεβοὺλ αὐτὰ ἐπιγράφων, φανερῶς βλασφημεῖ, ἀρνούμενος αὐτοῦ τὴν θεό τητα. Καὶ γὰρ καὶ ἐν τῷ εὐαγγελικῷ ῥητῷ, καθὰ πολλάκις εἴρηται, λέγων, «Υἱὸν ἀνθρώπου,» τὸ κατὰ σάρκα καὶ ἀνθρώπινον αὐτοῦ δείκνυσιν· ἵνα, «τὸ Πνεῦμα» λέγων, δηλώσῃ αὐτοῦ εἶναι τὸ ἅγιον Πνεῦμα, ἐν ᾧ τὰ πάντα εἰργάζετο. Ὅθεν τὰ μὲν ἔργα ποιῶν ἔλεγεν· «Εἰ ἐμοὶ μὴ πιστεύετε, κἂν τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Μέλλων δὲ ἑαυτὸν σωματικῶς προσφέρειν ὑπὲρ ἡμῶν, ὁπηνίκα δι' αὐτὸ τοῦτο ἀνέβη εἰς Ἱερουσαλὴμ, ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ· «Καθ εύδετε τὸ λοιπὸν, καὶ ἀναπαύεσθε· ἰδοὺ γὰρ ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν·» τὰ μὲν γὰρ ἔργα Θεὸν ἀληθι νὸν αὐτὸν ἐποίει πιστεύεσθαι· ὁ δὲ

6