Historia de Melchisedech

 λέγει τῷ Μελχισεδέκ· Οὐ κλαίεις τὸν ἀδελφόν σου, ὅτι μετὰ τοσοῦτον κάματον ἀπέρ χεται σφαγῆναι; Καὶ ταῦτα ἀκούσας παρ' αὐτῆς ἔκλαυσε, καὶ λέγει τῇ μητ

 Μελχισεδὲκ,» ἐπειδὴ τύπος ἐγένετο τῆς ἁγίας προσφορᾶς, ἐπιδεδωκὼς τῷ Ἀβραὰμ, καὶ τοῖς τιηʹ. Οὕτω τε καὶ οἱ ἅγιοι Πατέρες κατὰ καιροὺς εὑρέθησαν ἐν τῇ

λέγει τῷ Μελχισεδέκ· Οὐ κλαίεις τὸν ἀδελφόν σου, ὅτι μετὰ τοσοῦτον κάματον ἀπέρ χεται σφαγῆναι; Καὶ ταῦτα ἀκούσας παρ' αὐτῆς ἔκλαυσε, καὶ λέγει τῇ μητρὶ αὐτοῦ· Ἕως τῶν ὧδε χρείαν ἔχω· καὶ ἀναστὰς, ἀνῆλθεν ἐν τῷ ὄρει Θαβώρ. Καὶ ἡ μήτηρ αὐτοῦ ἀναστᾶσα, ἀπῆλθεν ἐν τῷ ναῷ τῶν εἰδώλων, ἰδέσθαι τὸν ἑαυτῆς υἱὸν, πρὶν ἢ σφαγῆναι, καὶ ὅλον τὸ γένος αὐτῆς. Ἀνελθὼν δὲ Μελχισεδὲκ εἰς τὸ ὄρος Θαβὼρ, κλίνας τὰ γόνατα, εἶπεν· Ὁ Θεὸς ὁ τῶν ὅλων Κύριος, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, σὲ ἐπικαλοῦμαι τὸν μόνον ἀληθινὸν Θεὸν, ἐπάκουσόν μου τῇ ὥρᾳ ταύτῃ, καὶ πρόσταξον, ἵνα ὅσοι παρεγένοντο ἐπὶ τῇ θυσίᾳ τοῦ ἀδελφοῦ μου Μελχὶ, ὁ τόπος ᾅδης γένηται, καὶ κα ταπίῃ αὐτούς. Καὶ ἐπήκουσεν ὁ Θεὸς τοῦ Μελχισεδὲκ, καὶ εὐθέως ἔχανεν ἡ γῆ, καὶ κατέπιεν αὐτοὺς καὶ πᾶσαν φυλὴν τοῦ Μελχὶ, σὺν πάσῃ τῇ πόλει· καὶ οὔτε ἄνθρωπος, οὐ βωμὸς, οὐ ναὸς, οὐκ ἄλογον, οὔτε τις κτίσις τῆς πάσης πόλεως ἔμεινεν, ἀλλὰ πάντα ἐχανώθη. Κατῆλθε δὲ ὁ Μελχισεδὲκ ἀπὸ τοῦ ὄρους Θαβὼρ, καὶ ἰδὼν, ὅτι ἐπήκουσεν αὐτοῦ ὁ Θεὸς, ἐν φόβῳ μεγάλῳ πάλιν ὑπέστρεψεν εἰς τὸ ὄρος, καὶ ἐν τῷ δασεῖ τῆς ὕλης ἐλθὼν, ἐμόνασεν ἐκεῖ ἔτη ἑπτά· γυμνὸς ὡς ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ ἐξῆλθεν· καὶ ἐγένοντο οἱ ὄνυχες αὐτοῦ σπιθαμήσιοι, καὶ αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ ἕως τῆς ὀσφύος αὐτοῦ, καὶ ὁ νῶτος αὐτοῦ ἐγένετο ὡσεὶ δέρμα χελώνης. Ἡ δὲ τροφὴ αὐτοῦ ἀκρόδρυα ἦν, καὶ ὁ ποτὸς αὐτοῦ δρόσος, ὃν ἔλειχε. Καὶ μετὰ τὰ ἑπτὰ ἔτη φωνὴ ἦλθε τῷ Ἀβραὰμ, λέγουσα, Ἀβραὰμ, Ἀβραάμ. Καὶ εἶπεν Ἀβραάμ· Ὁ Κύριός μου. Καὶ εἶπε· Στρῶσον τὸ ὑποζύγιόν σου, καὶ βάστασον ἱμά 28.529 τια πολυτελῆ καὶ ξυρὸν, καὶ ἄνελθε ἐν τῷ ὄρει Θαβὼρ, καὶ κράξον τρεῖς φωνάς· Ἄνθρωπε τοῦ Θεοῦ· καὶ ἐλεύσεται ἄνθρωπος ἠγριωμένος. Μὴ φοβηθῇς οὖν αὐτόν· ἀλλὰ ξύρισον αὐτὸν, καὶ ὀνύχισον, καὶ ἀμφίασον αὐτὸν, καὶ εὐλογήθητι παρ' αὐτοῦ. Καὶ ἐποίησεν Ἀβραὰμ καθὰ συνέταξεν αὐτῷ Κύριος, καὶ ἀνῆλθεν εἰς τὸ ὄρος Θαβὼρ, καὶ ἔστη εἰς τὰ δασέα τῆς ὕλης· καὶ ἔκραξε τρεῖς φωνάς· Ἄνθρωπε τοῦ Θεοῦ. Καὶ ἐξῆλθεν ὁ Μελχισεδὲκ, καὶ εἶδεν Ἀβραὰμ, καὶ ἐφοβήθη. Καὶ εἶπεν αὐτῷ ὁ Μελχισεδέκ· Μὴ φοβοῦ, ἀλλ' εἶπε· Τίς εἶ; καὶ τινὰ ζητεῖς; Εἶπε δὲ Ἀβραάμ· Προσέταξέ μοι Κύριος ξυρῆσαί σε καὶ ὀνυχοκοπῆσαί σε, καὶ ἀμφιάσαι, καὶ εὐλογηθῆναι παρὰ σοῦ. Ὁ δὲ Μελχισεδὲκ εἶπεν αὐτῷ· Ὡς προσέταξέ σοι Κύριος, ποίησον. Καὶ ἐποίησεν Ἀβραὰμ, ὡς προσέταξεν αὐτῷ Κύριος. Καὶ κατελθὼν ὁ Μελχισεδὲκ ἀπὸ τοῦ ὄρους Θαβὼρ μετὰ τρεῖς ἡμέρας, κέρας ἐλαίου λαβὼν, καὶ ἐπισφραγίσας τῷ ῥήματι τοῦ Θεοῦ, ηὐλόγησε τὸν Ἀβραὰμ λέγων· Εὐλογημένος εἶ τῷ Θεῷ τῷ ὑψίστῳ, καὶ τὸ λοιπὸν καλεῖται τὸ ὄνομά σου τετελειωμένων, καὶ οὐκέτι λοιπὸν καλεῖται τὸ ὄνομά σου Ἀβρὰμ, ἀλλ' ἔσται τὸ ὄνομά σου τέλειον, Ἁβραάμ. Καὶ πάλιν φωνὴ ἦλθε τῷ Ἀβραάμ· ὁ δὲ εἶπε, Τί, Κύριέ μου; Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἐπειδὴ οὐδεὶς ἐκ τοῦ γένους τοῦ Μελχισεδὲκ ἐπερίσσευσεν ἀπὸ τῆς γῆς, διὰ τοῦτο κληθήσεται ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε τέλος ἔχων ζωῆς· ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸν αἰῶνα· καὶ ἠγάπησα αὐτὸν, ὡς ἠγάπησα τὸν Υἱόν μου τὸν ἀγαπητόν· ὅτι ἐφύλαξε τὰς ἐντολάς μου, καὶ φυλάξει εἰς τὸν αἰῶνα. Ἵνα οὖν μὴ δόξῃ ἀρχὴν ἡμερῶν μὴ ἔχειν, διὰ τὸ μὴ εἰδέναι τινὰ πότε ἐγεννήθη, τὸ τῆς γενεαλογίας, μήτε πατρὸς, μήτε μητρὸς, διὰ τοῦτο λέγεται ἀπάτωρ, ἀμήτωρ, καὶ ἀγενεαλόγητος· καὶ διὰ τὸ εὐαρεστῆσαι αὐτὸν τῷ Θεῷ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Ὡς οὖν ἀπήντησεν ὁ Μελχισεδὲκ τῷ Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, ἐπέδωκεν αὐτῷ ποτήριον οἴνου ἀοράτως ἐπιβαλὼν αὐτῷ καὶ κλάσμα ἄρτου, καὶ τῷ λαῷ αὐτοῦ ὄντος ἐν ἀνδράσι τιηʹ, ὃ λέγεται βουκάκρατον ἕως τῆς σήμερον ἡμέρας. Κατὰ τοῦτον τὸν τρόπον ὡμοιώθη τῷ Υἱῷ τοῦ Θεοῦ, ἀλλ' οὐκ εἰς τὴν χάριν· καὶ οὕτω πρῶτος τύπος ἐγένετο τῆς ἀναιμάκτου θυσίας τοῦ Σωτῆρος φέρων εἰς τὴν ἁγίαν προσφοράν. ∆ιὸ λέγει· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν

2