Epistula ad monachos

 παρ' ἑτέρων ἔγνωτε. «ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει»; καὶ ὃν ὁ κύριος κατέκρινε, τίς ὁ δικαιῶν; τίς γὰρ ἐκ τοῦ τοιούτου γενομένου σ

παρ' ἑτέρων ἔγνωτε. «ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει»; καὶ ὃν ὁ κύριος κατέκρινε, τίς ὁ δικαιῶν; τίς γὰρ ἐκ τοῦ τοιούτου γενομένου σημείου οὐ γινώσκει λοιπὸν ὅτι θεομίσητός ἐστιν ἡ αἵρεσις, κἂν ἀνθρώπους ἔχῃ προστά3.3 τας; ἐντυχόντες μέντοι εὔχεσθε μὲν καὶ ἀλλήλους εἰς τοῦτο προτρέπεσθε ποιεῖν ὑπὲρ ἡμῶν, εὐθὺς δὲ ἀντιπέμψατε ταῦτα πρὸς ἡμᾶς. καὶ μηδενὶ τὸ σύνολον ἀντίγραφον ἔκδοτε μηδὲ ἑαυτοῖς μεταγράψητε, ἀλλ' ἀρκέσθητε ὡς δόκιμοι τραπεζῖται τῇ ἐντεύξει, κἂν πολλάκις ἐντυχεῖν θελήσητε. οὐ γὰρ ἀσφαλὲς τοῖς μετὰ ταῦτα τὰ παρ' ἡμῶν τῶν ψελλιζόν3.4 των καὶ ἰδιωτῶν ἐστὶ γράμματα. ἀσπάσασθε ἀλλήλους ἐν ἀγάπῃ καὶ πάντας τοὺς ἐρχομένους πρὸς ὑμᾶς ἐν εὐσεβείᾳ καὶ πίστει. «εἰ γάρ τις», ὡς εἶπεν ὁ ἀπόστολος, «οὐ φιλεῖ τὸν κύριον, ἤτω ἀνάθεμα. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. ἀμήν.»

2