Epistula ad Serapionem de morte Arii

 ἀπέψυξεν ἀμφοτέρων τε τῆς τε κοινωνίας καὶ τοῦ ζῆν ἐστερήθη. 4.1 Τὸ μὲν οὖν τέλος τοῦ Ἀρείου τοιοῦτον γέγονε· καὶ οἱ περὶ Εὐσέβιον μεγάλως αἰσχυνθέντε

ἀπέψυξεν ἀμφοτέρων τε τῆς τε κοινωνίας καὶ τοῦ ζῆν ἐστερήθη. 4.1 Τὸ μὲν οὖν τέλος τοῦ Ἀρείου τοιοῦτον γέγονε· καὶ οἱ περὶ Εὐσέβιον μεγάλως αἰσχυνθέντες ἔθαψαν τὸν συνωμότην ἑαυτῶν, ὁ δὲ μακαρίτης Ἀλέξανδρος χαιρούσης τῆς ἐκκλησίας τὴν σύναξιν ἐπετέλεσεν ἐν εὐσεβείᾳ καὶ ὀρθοδοξίᾳ σὺν πᾶσι τοῖς ἀδελφοῖς εὐχόμενος καὶ δοξάζων μεγάλως τὸν θεὸν οὐχ ὡς ἐπιχαίρων τῷ θανάτῳ, μὴ γένοιτο («πᾶσι» γὰρ «ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν») ἀλλ' ὅτι τοῦτο ὑπὲρ τὰς ἀνθρώπων κρίσεις 4.2 ἐδείχθη. αὐτὸς γὰρ ὁ κύριος δικάσας ταῖς ἀπειλαῖς τῶν περὶ Εὐσέβιον καὶ τῇ εὐχῇ Ἀλεξάνδρου κατέκρινε τὴν ἀρειανὴν αἵρεσιν δείξας αὐτὴν ἀνάξιον οὖσαν τῆς ἐκ κλησιαστικῆς κοινωνίας καὶ πᾶσι φανερώσας ὅτι, κἂν παρὰ βασιλέως καὶ πάντων ἀνθρώπων ἔχῃ τὴν προστασίαν, ἀλλὰ παρ' αὐτῆς τῆς ἐκκλησίας κατεκρίθη. δέδεικται οὖν 4.3 οὐ θεοφιλὲς ἀλλ' ἀσεβὲς τὸ χριστομάχον ἐργαστήριον τῶν Ἀρειομανιτῶν. καὶ πολλοὶ τῶν πρότερον ἀπατηθέντων μετέθεντο. οὐ γὰρ ἄλλος ἀλλ' αὐτὸς ὁ βλασφημούμενος παρ' αὐτῶν κύριος κατέκρινε τὴν κατ' αὐτοῦ συστᾶσαν αἵρεσιν καὶ πάλιν ἔδειξεν ὅτι, κἂν νῦν ὁ βασιλεὺς Κωνστάντιος βιάζηται τοὺς ἐπισκόπους ὑπὲρ αὐτῆς, ἀλλ' ἀκοινώνητός ἐστι τῆς ἐκκλησίας καὶ τῶν οὐρανῶν ἀλλοτρία. οὐκοῦν καὶ ἡ παρ' ὑμῖν λοιπὸν πεπαύσθω ζήτησις· αὕτη γὰρ ἦν ἡ γενομένη συνθήκη· καὶ μηδεὶς προστιθέσθω τῇ αἱρέσει, ἀλλὰ καὶ οἱ ἀπατηθέντες μεταγινωσκέτωσαν. ἣν γὰρ ὁ κύριος κατέκρινε, τίς ἀποδέξεται; καὶ ἣν ἀκοινώνητον αὐτὸς πεποίηκε, πῶς ὁ προσλαμβανόμενος οὐ μεγάλως ἀσεβεῖ καὶ φανερῶς ἐστι χριστομάχος; 5.1 Ἱκανὸν μὲν οὖν καὶ τοῦτο δυσωπῆσαι τοὺς ἐριστικούς, ἀνάγνωθι δὲ ὅμως τοῖς τότε ζητήσασι καὶ τὰ κατὰ τῆς αἱρέσεως δι' ὀλίγων γραφέντα πρὸς τοὺς μοναχούς, ἵνα καὶ ἐξ αὐτῶν ἔτι μᾶλλον καταγινώσκωσι τῆς ἀσεβείας καὶ τῆς πονηρίας τῶν Ἀρειομανιτῶν. μηδενὶ μέντοι θελήσῃς ἐκδοῦναι τούτων ἀντίγραφον μηδὲ σαυτῷ μεταγράψαι, καὶ γὰρ καὶ τοῖς μοναχοῖς τοῦτο δεδήλωκα. ἀλλ' ὡς γνήσιος, εἰ μέν τι λείπει τοῖς γραφεῖσι, πρόσθες, 5.2 εὐθὺς δὲ πρὸς ἡμᾶς ἀντίπεμψον. καὶ γὰρ καὶ ἐκ τῆς ἐπιστολῆς, ἧς ἔγραψα τοῖς ἀδελφοῖς, δύνασαι μαθεῖν, ὃ πέπονθα γράφων, καὶ γνῶναι, ὅτι καὶ διὰ τοῦτο οὐκ ἔστιν ἀσφαλὲς ἐκδίδοσθαι γράμματα ἰδιώτου καὶ μάλιστα περὶ τῶν ἀνωτάτω καὶ κορυφαιοτάτων δογμάτων, μήποτε τὸ δι' ἀσθένειαν ἢ τὸ ἀδιατράνωτον τῆς γλώττης ἐνδεῶς εἰρημένον βλάβην τοῖς ἀναγινώσκουσιν ἐμποιήσῃ. οἱ γὰρ πολλοὶ οὐ τὴν πίστιν οὐδὲ τὸν σκοπὸν τοῦ γράψαντος σκοποῦσιν, ἀλλ' ἢ διὰ φθόνον ἢ δι' ἔριν ἧς προελήφθησαν κατὰ διάνοιαν δόξης, ὡς ἂν θέλωσιν αὐτοί, δέχονται καὶ μεταποιοῦσι τὰ γραφέντα κατὰ τὴν ἰδίαν ἡδονήν. δῴη δὲ ὁ κύριος παρὰ πᾶσι καὶ μάλιστα οἷς ἀναγινώσκεις ταῦτα κρατεῖν τήν τε ἀλήθειαν καὶ τὴν ὑγιαίνουσαν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστιν. ἀμήν.

2