1

 2

2

ὁμολογηθεῖσαν ὑπὸ τῶν ἐπισκόπων ὑποτάξαι. Ἔστι μὲν οὖν ἡ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσα πίστις ἐν Νικαίᾳ αὕτη· Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Τοὺς δὲ λέγοντας, Ἦν ποτε, ὅτε οὐκ ἦν, καὶ, Πρὶν γενηθῆναι, οὐκ ἦν, καὶ ὅτι Ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. Ταύτῃ τῇ πίστει, Αὔγουστε, πάντας ἐπιμένειν ἀναγκαῖον, ὡς θείᾳ καὶ ἀποστολικῇ, καὶ μηδένα μετακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογομαχίαις, ὅπερ πεποιήκασιν οἱ Ἀρειομανῖται, ἐξ οὐκ ὄντων τὸν Υἱὸν τοῦ Θεοῦ λέγοντες, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ κτιστὸς, καὶ ποιητὸς, καὶ τρεπτός ἐστι. ∆ιὰ τοῦτο γὰρ, καθὰ προείπομεν, καὶ ἡ ἐν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἀληθείας πίστιν ὡμολόγησεν. Οὐ γὰρ ἁπλῶς ὅμοιον εἰρήκασι τὸν Υἱὸν τῷ Πατρὶ, ἵνα μὴ ἁπλῶς ὅμοιος Θεῷ, ἀλλ' 26.820 ἐκ Θεοῦ Θεὸς ἀληθινὸς πιστεύηται· ἀλλ' ὁμοούσιος ἔγραψαν, ὅπερ ἴδιον ἦν γνησίου καὶ ἀληθινοῦ Υἱοῦ, ἀληθινοῦ καὶ φύσει τοῦ Πατρός. Ἀλλ' οὐδὲ ἀπηλλοτρίωσαν τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἀλλὰ μᾶλλον συνεδόξασαν αὐτὸ τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐν τῇ μιᾷ τῆς ἁγίας Τριάδος πίστει, διὰ τὸ καὶ μίαν εἶναι ἐν τῇ ἁγίᾳ Τριάδι θεότητα.