1

 2

 3

 4

4

ὥσπερ καὶ ἐπισκόπους πατέρας τέκνων, καὶ μοναχοὺς ἐξ ὁλοκλήρου γένους τυγχάνοντας. Καὶ πάλιν οἴδαμεν κληρικοὺς πεινῶντας, μοναχοὺς δὲ νηστεύοντας. Ἔξεστι γὰρ καὶ οὕτως, καὶ ἐκείνως οὐ κεκώλυται. Ἀλλὰ πανταχοῦ τις ἀγωνιζέσθω· καὶ γὰρ ὁ στέφανος οὐ κατὰ τόπον, ἀλλὰ κατὰ τὴν πρᾶξιν ἀποδίδοται. Οὐκοῦν μὴ ἀνέχου τῶν ἕτερα παρὰ ταῦτα συμβουλευόντων, ἀλλὰ μᾶλλον ἐπείγου, καὶ μὴ μέλλε· μάλιστα ὅτι καὶ ἡ ἁγία ἑορτὴ ἐγγίζει, ἵνα μὴ χωρὶς σοῦ οἱ λαοὶ τὴν ἑορτὴν ποιήσωσι, καὶ μέγαν κίνδυνον ἐπισπάσῃ κατὰ σαυτοῦ. Τίς γὰρ αὐτοῖς εὐαγγελίσεται τὸ Πάσχα μὴ παρόντος σου; Τίς αὐτοῖς τὴν ἡμέραν ἀναγγελεῖ τῆς ἀναστάσεως, κρυπτομένου σου; Τίς αὐτοῖς συμβουλεύσει δεόντως ἑορτάζειν, φεύγοντός σου; Ὢ πόσοι μὲν ὠφεληθήσονται παραγενομένου σου, πόσοι δὲ βλαβήσονται φεύγοντός σου! Καὶ τίς ἐπὶ τούτοις ἀποδέξεταί σε; Καὶ διὰ τί συμβουλεύουσί σοι μὴ ἀντιλαμβάνεσθαί σε τῆς ἐπισκοπῆς, αὐτοὶ θέλοντες ἔχειν πρεσβυτέρους; Εἰ γὰρ φαῦλος τυγχάνεις, μὴ συνέστωσάν σοι· εἰ δὲ ἐπιτήδειον εἶναί σε ἐπιγινώσκουσι, μὴ φθονείτωσαν τοῖς ἄλλοις· εἰ γὰρ τὸ διδάσκειν καὶ προΐστασθαι πρόφασίς ἐστιν ἁμαρτίας κατ' ἐκείνους, μὴ διδασκέσθωσαν αὐτοὶ, μηδὲ πρεσβυτέρους ἐχέτωσαν, ἵνα μὴ χείρους ἑαυτῶν γένωνται αὐτοί τε καὶ οἱ διδάσκοντες αὐτούς. Ἀλλὰ μὴ πρόσεχε τούτοις τοῖς ἀνθρωπίνοις ῥήμασι, μηδὲ ἀνέχου τῶν ταῦτα συμβουλευόντων, καθὰ πολλάκις προεῖπον· σπεῦδε δὲ μᾶλλον καὶ ἐπίστρεφε πρὸς τὸν Κύριον, ἵνα, τῶν προβάτων αὐτοῦ φροντίζων, μνημονεύσῃς καὶ ἡμῶν. Τούτου δὲ χάριν προετρεψάμην ἐλθεῖν τοὺς ἀγαπητοὺς ἡμῶν Ἱέρακα τὸν πρεσβύτερον, καὶ Μάξιμον τὸν ἀναγνώστην· ἵνα καὶ διὰ λόγων σε προτρέψωνται, καὶ μαθεῖν δυνηθῇς ἐκ τούτου τήν τε διάθεσιν ἣν ἔχων ἔγραψα, καὶ τὸν ἐκ τοῦ ἀντιλέγειν τῇ ἐκκλησιαστικῇ διατάξει κίνδυνον.