1

 2

2

σπερματικῶν πόρων ἐκεῖνο περίττωμα. Ποία τοίνυν ἐστί, πρὸς θεοῦ, ὦ πρεσβύτα θεοφιλέστατε, ἁμαρτία, αὐτοῦ τοῦ πλάσαντος τὸ ζῷον δεσπότου θελήσαντος καὶ ποιήσαντος ταῦτα τὰ μέλη τοιαύτας ἔχειν διεξόδους; Ἐπειδὴ δὲ δεῖ προλαμβάνειν τὰ τῶν πονηρῶν ἐναντιώματα, εἴποιεν γὰρ ἄν· οὐκοῦν οὐκ ἔστιν ἁμαρτία οὐδὲ ἡ ἀληθὴς χρῆσις, εἰ τὰ ὄργανα παρὰ τοῦ δημιουργοῦ διαπέπλασται· πρὸς τοῦτο ἐρωτηματικῶς αὐτοὺς παύσωμεν, φάσκοντες· Ποίαν λέγεις χρῆσιν; τὴν ἔννομον, ἣν καὶ ὁ θεὸς ἐπέτρεψε, «αὐξάνεσθε, λέγων, καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν»· ἣν καὶ ὁ ἀπόστολος ἀπεδέξατο, εἰπών· «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμαίαντος», ἢ τὴν δημώδη μέν, 68 λαθραίως δὲ καὶ μοιχικῶς ἐπιτελουμένην; Ἐπεὶ καὶ τῶν ἄλλων τῶν ἐν τῷ βίῳ γινομένων εὑρήσομεν τὰς διαφορὰς κατά τι γινομένας· οἷον, φονεύειν οὐκ ἔξεστιν, ἀλλ' ἐν πολέμοις ἀναιρεῖν τοὺς ἀντιπάλους καὶ ἔννομον καὶ ἐπαίνου ἄξιον· οὕτω γοῦν καὶ τιμῶν μεγάλων οἱ κατὰ πόλεμον ἀριστεύσαντες ἀξιοῦνται, καὶ στῆλαι τούτων ἐγείρονται κηρύττουσαι τὰ κατορθώματα· ὥστε τὸ αὐτὸ κατά τι μὲν καὶ κατὰ καιρὸν οὐκ ἔξεστι, κατά τι δὲ καὶ εὐκαίρως ἀφίεται καὶ συγκεχώρηται. Ὁ αὐτὸς οὖν λόγος καὶ περὶ τῆς μίξεως. «Μακάριος ὃς ἐν νεότητι ζυγὸν ἔχων ἐλεύθερον τῇ φύσει πρὸς παιδοποιίαν κέχρηται»· εἰ δὲ πρὸς ἀσέλγειαν, «πόρνους καὶ μοιχοὺς» ἡ παρὰ τῷ ἀποστόλῳ γραφεῖσα τιμωρία ἐκδέξεται. ∆ύο γὰρ οὐσῶν ὁδῶν ἐν τῷ βίῳ περὶ τούτων, μιᾶς μὲν μετριωτέρας καὶ βιωτικῆς, τοῦ 69 γάμου λέγω, τῆς δὲ ἑτέρας, ἀγγελικῆς καὶ ἀνυπερβλήτου, τῆς παρθενίας, εἰ μέν τις τὴν κοσμικήν, τουτέστι τὸν γάμον, ἕλοιτο, μέμψιν μὲν οὐκ ἔχει, τοσαῦτα δὲ χαρίσματα οὐ λήψεται· λήψεται γάρ, ἐπεί περ φέρει καὶ αὐτὸς «καρπὸν τὸν τριάκοντα»· εἰ δὲ τὴν ἁγνήν τις καὶ ὑπερκόσμιον ἀσπάσοιτο, εἰ καὶ τραχεῖα παρὰ τὴν πρώτην καὶ δυσκατόρθωτος ἡ ὁδός, ὅμως ἔχει χαρίσματα θαυμασιώτερα, τὸν γὰρ τέλειον καρπόν, τὴν ἑκατοντάδα, ἐβλάστησεν. Ὥστε τὰ ἀκάθαρτα αὐτῶν καὶ πονηρὰ ζητήματα, λύσεις ἰδίας ἔσχε καὶ παρὰ τῶν θείων γραφῶν πάλαι προλυθείσας. Ὑποστήριζε τοίνυν, ὦ πάτερ, τὰς ὑπὸ σαυτὸν ἀγέλας, ἐκ τῶν ἀποστολικῶν παρακαλῶν, ἐκ τῶν εὐαγγελικῶν ψυχαγωγῶν, ἐκ τῶν ψαλμῶν συμβουλεύων· «Ζῆσόν με, λέγων, κατὰ τὸ λόγιόν σου», λόγιον δὲ αὐτοῦ τὸ ἐκ καθαρᾶς καρδίας λατρεύειν αὐτῷ· τοῦτο γὰρ εἰδὼς ὁ 70 αὐτὸς προφήτης, ὥσπερ ἑαυτὸν μεταφράζων, λέγει· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός», ἵνα μὴ ῥυπώδεις λογισμοί με ταράξωσι· πάλιν ∆αυίδ· «Καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με», ἵνα κἄν ποτε λογισμοί με θορυβήσωσιν, ἰσχυρά τις παρὰ σοῦ δύναμις στηρίξῃ με, ὥσπερ κρηπὶς τυγχάνουσα. Αὐτὸς τοίνυν ταῦτα καὶ τὰ τοιαῦτα συμβουλεύων, λέγε πρὸς τοὺς βράδιον τῇ ἀληθείᾳ πειθομένους· «∆ιδάξω ἀνόμους τὰς ὁδούς σου»· καὶ θαρρῶν κυρίῳ ὅτι πείσεις ἀποσχέσθαι τῆς τοιαύτης κακίας, ψάλλε· «Καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι». Γένοιτο δὲ τοὺς μὲν κακοήθως ζητοῦντας παύσασθαι τῆς τοιαύτης ματαιοπονίας, τοὺς δὲ δι' εὐήθειαν ἐνδοιαστῶς ἔχοντας, «ἡγεμονικῷ πνεύματι» κρατυνθῆναι. Ὅσοι δὲ βεβαίως τὴν ἀλήθειαν ἐπίστασθε, ἀρραγῆ ταύτην κατέχετε καὶ ἀσάλευτον, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα καὶ κράτος σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.