1

 2

 3

 4

3

ποιήσῃς αὐτὸν ἐκ Παρθένου σάρκα λαβεῖν, ἵνα μὴ λυτρώσηται ἡμᾶς τοῦ θανάτου καὶ τῆς ἁμαρτίας. Οὐ θέλομεν αὐτὸν ἐν σώματι γενέσθαι, ἵνα μὴ τὸν ὑπὲρ ἡμῶν ἀναδέξηται θάνατον· οὐ βουλόμεθα τὸν Λόγον σάρκα γενέσθαι, ἵνα μὴ ἐν ταύ τῃ μεσίτης ἡμῶν γένηται τῆς πρὸς σὲ προσόδου καὶ τὰς ἐν οὐρανοῖς οἰκήσωμεν μονάς. Κλεισθήτωσαν αἱ πύλαι τῶν οὐρανῶν, ἵνα μὴ διὰ τοῦ καταπετάσμα τος τῆς σαρκὸς αὐτοῦ τὴν ἐν οὐρανοῖς ἡμῖν ὁδὸν ἐγκαινίσῃ ὁ σὸς Λόγος. Αὗται μὲν αἱ ἐκείνων φωναὶ μετὰ διαβολικῆς τόλμης εἰσὶ προφερόμεναι, δι' ἧς ἐπενόησαν ἑαυτοῖς κακονοίας· οἱ γὰρ μὴ θέλοντες σάρκα γενόμενον τὸν Λόγον προσκυνεῖν, ἀχαριστοῦσι τῇ ἐνανθρωπήσει αὐτοῦ· καὶ οἱ διαιροῦντες τὸν Λόγον ἀπὸ τῆς σαρκὸς οὐδὲ μίαν λύτρωσιν τῆς ἁμαρτίας γενέσθαι, οὐδὲ κατάλυσιν τοῦ θανάτου νομίζουσι. Ποῦ δὲ ὅλως οἱ ἀσεβεῖς καὶ καθ' ἑαυτὴν εὑρήσουσι τὴν σάρκα, ἣν ἔλαβεν ὁ Σωτὴρ, ἵνα καὶ τολμῶσι λέγειν· Οὐ προσκυνοῦμεν ἡμεῖς τὸν Κύριον μετὰ τῆς σαρκός· ἀλλὰ διαιροῦμεν τὸ σῶμα, καὶ μόνῳ τούτῳ λατρεύομεν; Ὁ μὲν οὖν μακάριος Στέφανος ἐν οὐρανοῖς εἶδε τὸν Κύριον ἐκ δεξιῶν ἑστῶτα· οἱ δὲ ἄγγελοι ἔλεγον τοῖς μαθηταῖς· Οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεά 26.1080 σασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Καὶ αὐτὸς δὲ ὁ Κύριος εἴρηκε, προσφωνῶν τῷ Πατρί· Θέλω, ὅπου εἰμὶ ἐγὼ, ἵνα καὶ αὐτοὶ πάντοτε μετ' ἐμοῦ ὦσι. Καὶ ὅλως, εἰ ἀδιαίρετός ἐστιν ἡ σὰρξ ἀπὸ τοῦ Λόγου, πῶς οὐκ ἀνάγκη τούτους ἀποθέσθαι τὴν πλάνην, καὶ προσκυνεῖν λοιπὸν τὸν Πατέρα ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἢ, μὴ προσκυνοῦντας, μηδὲ λατρεύοντας τῷ ἐν σαρκὶ γενομένῳ Λόγῳ, πανταχόθεν ἐκβάλλεσθαι, καὶ μηκέτι Χριστιανοὺς, ἀλλ' ἢ ἐθνικοὺς, ἢ μετὰ τῶν Ἰουδαίων συναριθμεῖσθαι; Ἐκείνων μὲν οὖν, καθὰ προείπομεν, ἡ τοιαύτη μανία καὶ τόλμα· ἡμῶν δὲ ἡ πίστις ἐστὶν ὀρθὴ, καὶ ἐκ διδασκαλίας ἀποστολικῆς ὁρμωμένη καὶ παραδόσεως τῶν Πατέρων, βεβαιουμένη ἔκ τε Νέας καὶ Παλαιᾶς ∆ιαθήκης, τῶν μὲν προφητῶν λεγόντων· Ἀπόστειλον τὸν Λόγον σου καὶ τὴν ἀλήθειάν σου· καὶ, Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται Υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Τί δὲ τοῦτό ἐστιν ἢ Θεὸν ἐν σαρκὶ γεγενῆσθαι; Ἡ δὲ ἀποστολικὴ παράδοσις διδάσκει, τοῦ μὲν μακαρίου Πέτρου λέγοντος· Χριστοῦ οὖν ὑπὲρ ἡμῶν παθόντος σαρκί· τοῦ δὲ Παύλου γρά φοντος· Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, καὶ ζηλωτὴν καλῶν ἔργων. Πῶς οὖν δέδωκεν αὐ τὸν ὑπὲρ ἡμῶν, εἰ μὴ σάρκα φορέσας ἦν; ταύτην γὰρ προσενέγκας, ἑαυτὸν ὑπὲρ ἡμῶν δέδωκεν, ἵν', ἐν ἐκείνῃ τὸν θάνατον ἀναδεξάμενος, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου διάβολον. ∆ιὸ καὶ πάντοτε εὐχαριστοῦμεν ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ· καὶ οὐκ ἀθετοῦμεν τὴν δι' αὐτοῦ γενομένην χάριν εἰς ἡμᾶς. Ἡ γὰρ ἔνσαρκος παρουσία τοῦ Σωτῆρος θανάτου λύτρον καὶ κτίσεως πάσης σωτηρία γέγονεν. Ὥστε, ἀγαπητὲ καὶ ποθεινότατε, οἱ μὲν ἀγαπῶν τες τὸν Κύριον ὑπομιμνησκέσθωσαν ἐκ τούτων· οἱ δὲ τὸν Ἰούδα τρόπον μιμησάμενοι, καὶ καταλιπόντες τὸν Κύριον, ἵνα μετὰ τοῦ Καϊάφα γένωνται, με ταπαιδευέσθωσαν ἐν τούτοις, ἐὰν ἄρα θελήσωσιν, ἐὰν ἄρα αἰσχυνθῶσι. Καὶ γινωσκέτωσαν, ὅτι, τὸν Κύριον ἐν σαρκὶ προσκυνοῦντες, οὐ κτίσματι προσκυνοῦμεν, ἀλλὰ τὸν κτίστην ἐνδυσάμενον τὸ κτιστὸν σῶμα, καθὰ προείπομεν. Ἐβουλόμεθα δὲ τὴν σὴν εὐλάβειαν πυθέσθαι παρ' αὐτῶν τοῦτο· ἡνίκα ὁ Ἰσραὴλ ἐκελεύετο ἀνέρχεσθαι εἰς τὴν Ἱερουσαλὴμ προσκυνεῖν ἐν τῷ ναῷ Κυρίου, ἔνθα ἡ κιβωτὸς καὶ ὑπεράνω ταύτης τὰ χερουβὶμ τῆς δόξης κατασκιάζοντα τὸ ἱλαστήριον, καλῶς ἐποίουν ἢ τοὐναντίον; Εἰ μὲν οὖν φαύλως ἔπραττον, πῶς οἱ τοῦ νόμου τούτου κατολιγωροῦντες ὑπὸ ἐπιτιμίαν ἐγίνον το; Γέγραπται γάρ· Ὃς ἐὰν ἐξουθενήσῃ καὶ μὴ ἀναβῇ,