1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

3

μὴ θελήσῃς τὸ πονη ρὸν ἐργάσασθαι, φοβοῦ τὸν κύριον πάντοτε, καὶ μὴ ἐπιλάθῃ τὸν φόβον αὐτοῦ· ὁ γὰρ ἔχων τὸν φόβον τοῦ θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ οὐδέποτε ἐνθυμεῖται πονη ρὸν ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἐργαζόμενος τὸ ἀγαθὸν ἔχει ζωὴν ἐν ἑαυτῷ εἰς τοὺς αἰῶνας".

1.8 Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος "Ακουε καὶ τῆς ὀγδόης ἐντολῆς. περὶ ἐγκρατείας νόη σον ὅτι διπλῆ ἐστίν. ἐπὶ τίνων δεῖ ἐγκρατεύεσθαι καὶ μὴ ποιεῖν αὐτά. ἐγκρατεύου ἀπὸ πάσης πονηρίας, ἐρ γαζόμενος τὸ ἀγαθόν. ἄκουε λεπτομερῶς. ἐγκρατεύου ἀπὸ μεθύσματος, ἀνομίας, ἀπὸ τρυφῆς πονηρᾶς, ἀπὸ ἐδεσμάτων πολλῶν καὶ πολυτελείας πλούτου καὶ μνη σικακίας καὶ βλασφημίας. ταῦτα τὰ ἔργα πονηρά εἰσιν τῇ ζωῇ τῶν ἀνθρώπων. τούτων δεῖ ἐγκρατεύεσθαι τὸν δοῦλον τοῦ θεοῦ. ὁ γὰρ μὴ ἐγκρατευόμενος τούτων οὐ δύναται ζῆσαι. ἄκουε καὶ τὰ ὀνόματα τούτων ἤτοι ἀκόλουθα". λέγει Ἀντίοχος "Ποῖα γὰρ, κύριε, πονηρά εἰσιν ἔργα"; λέγει αὐτῷ ὁ ἐπίσκοπος "Καὶ πολλά εἰσιν πονηρὰ, ἀφ' ὧν δεῖ τὸν δοῦλον τοῦ θεοῦ ἐγκρατεύεσθαι, ψεῦδος, ἀποστέρησις, ψευδομαρτυρία, πλεονεξία, ἀλα ζονεία, καὶ ὅσα τούτοις ὅμοια. ἢ οὐ δοκεῖ σοι πονηρὰ εἶναι ταῦτα"; καὶ ἀπεκρίθη "Ναὶ, δοῦλε τοῦ θεοῦ". λέγει αὐτῷ ὁ ἐπίσκοπος "Τούτων πάντων δεῖ ἐγκρατεύεσθαι τὸν δοῦλον τοῦ θεοῦ, ἵνα ζήσῃ τῷ θεῷ καὶ ἐγγραφῇ μετὰ τῶν ἐγκρατευομένων. πρὸ πάντων πίστις, φόβος κυρίου, ὁμόνοια, ἀγάπη, ῥήματα δικαιο σύνης, ἀλήθεια, ὑπομονή. τούτων ἀγαθώτερον οὐδέν ἐστιν ἐν τῇ ζωῇ τῶν ἀνθρώπων. ταῦτα ἐάν τις φυ λάξῃ, μακάριός ἐστιν ἐν τῇ ζωῇ αὐτοῦ. εἶτα τὰ τού των ἀκόλουθα ἄκουε· χήραις ὑπηρετεῖν καὶ ὀρφανοῖς, ὑστερουμένοις τοῖς δούλοις τοῦ θεοῦ. φιλόξενον εἶναι, ἥσυχον, ἐνδεεστέρῳ παρέχειν, πάντα ἄνθρωπον σέβε σθαι, ὕβριν ὑποφέρειν, μακρόθυμον εἶναι, ἀμνησίκακον, ἁμαρτάνοντας νουθετεῖν, χρεώστας μὴ θλίβειν, ἐνδεεῖς μὴ λυπεῖν, καὶ ὅσα τούτοις ὅμοιά ἐστιν. οὐ δοκεῖ σοι ταῦτα ἀγαθὰ εἶναι"; ἀπεκρίθη ὁ Ἀντίοχος "Τί γὰρ δύναται τούτων ἀγαθώτερον εἶναι"; λέγει αὐτῷ ὁ ἐπί σκοπος "Ἐπιγύμναζε οὖν ἑαυτὸν ἐν τούτοις καὶ μὴ ἀποστῇς ἀπ' αὐτῶν, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας, καὶ πάν τες ὅσοι τὰς ἐντολὰς αὐτοῦ φυλάξωσιν ζήσονται εἰς τοὺς αἰῶνας".

1.9 Καὶ εἰξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος "Ακουε καὶ τῆς ἐνάτης ἐντολῆς τὴν διδασκαλίαν· πάνυ γὰρ ὠφέλιμός ἐστιν· ἆρον ἀπὸ σοῦ τὴν διψυχίαν καὶ μηδὲν ὅλως διψυχήσῃς αἰτήσασθαι τῷ θεῷ, λέγων ἐν ἑαυτῷ ὅτι πῶς δυνήσομαι αἰτήσασθαι παρὰ τοῦ κυρίου λαβεῖν ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν; μηδὲν τοιοῦτον διαλογίζου, ἀλλ' ἐξ ὅλης καρδίας σου ἐπίστρεψον πρὸς τὸν κύριον καὶ αἰτοῦ ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολλὴν αὐτοῦ εὐσπλαγχνίαν, ὅτι οὐ μή σε ἐγκαταλείψει, ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου ταχέως πληρώσει. οὐκ ἔστιν γὰρ ὁ θεὸς ὡς οἱ ἄνθρωποι μνησικακοῦντες, ἀλλ' αὐτὸς ἀμνησίκακός ἐστιν καὶ σπλαγχνίζεται ἐπὶ τῷ πλάσματι αὐτοῦ. σὺ οὖν καθάρισόν σου τὸν λογισμὸν καὶ τὴν ψυχὴν ἀπὸ παντὸς ῥύπου ἐχθροῦ καὶ αἴτησαι παρὰ τοῦ κυρίου, καὶ λήψῃ εἴ τι αἰτήσῃ, ὅτι οὐκ ἐγ καταλείπει τοὺς εἰς αὐτὸν ἐλπίζοντας. οἱ γὰρ διστά ζοντες εἰς τὸν θεὸν οὗτοί εἰσιν δίψυχοι, καὶ οὐδὲν ὅλως λαμβάνουσιν τῶν αἰτημάτων αὐτῶν· οἱ δὲ ὁλοτελεῖς ὄντες ἐν πίστει πάντα ἃ αἰτοῦνται ὁλοψύχως λαμβά νουσιν. πᾶς γὰρ δίψυχος ἀνὴρ, ἐὰν μὴ καθαρίσῃ τὸν νοῦν τῆς ψυχῆς αὐτοῦ, δυσκόλως σώζεται. ἔνδυσαι δὲ τὴν πίστιν, ὅτι ἰσχυρά ἐστιν, καὶ πίστευε τῷ θεῷ ὅτι πάντα τὰ αἰτήματά σου ἃ αἰτεῖς λήψῃ. ἐὰν αἰτησάμε νός ποτε παρὰ τοῦ κυρίου αἴτημα καὶ βραδύτερον λά βῃς, μὴ διψυχήσῃς, ὅτι τάχιον οὐκ ἔλαβες τὸ αἴτημα τῆς καρδίας σου, ἤτοι τῆς ψυχῆς σου. πάντως γὰρ διὰ πειρασμόν τινα ἢ παράπτωμα, ὃ σὺ ἀγνοεῖς, οὐκ ἔλα βες τὸ αἴτημα τῆς ψυχῆς σου. σὺ οὖν μὴ διαλίπῃς εὐχόμενος ἕως οὗ ἀπολήψῃ αὐτό. ἐὰν δὲ ἐκκακήσῃς καὶ διψυχήσῃς εὐχόμενος καὶ αἰτούμενος, ἑαυτὸν αἰτιῶ καὶ μὴ τὸν διδοῦντά σοι. βλέπε