1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

34

πάλιν ἄνθρωπος κυνὶ οὐκ ἀνόμοιος λέγεται, ἀλλ' ἑτεροφυής· οὐκοῦν τὸ μὲν ὁμοφυὲς καὶ ὁμοούσιον, τὸ δὲ ἑτεροφυὲς καὶ ἑτεροούσιον. διὸ καὶ ὁ λέγων ὅμοιον κατ' οὐσίαν ἐκ μετουσίας τοῦτο λέγει ὅμοιον. τὸ γὰρ ὅμοιον ποιότης ἐστίν, ἥτις τῇ οὐσίᾳ προσγένοιτ' ἄν. τοῦτο δὲ τῶν ποιημάτων ἴδιον ἂν εἴη· ταῦτα γὰρ ἐκ μετοχῆς ὁμοιοῦται τῷ θεῷ. «ὅταν γάρ», φησί, «φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα» ὅμοιοι δηλονότι οὐ τῇ 53.4 οὐσίᾳ, ἀλλὰ τῇ υἱότητι, ἧς μεταλαμβάνομεν παρ' αὐτοῦ. εἰ μὲν οὖν καὶ τὸν υἱὸν ἐκ μετουσίας λέγετε, λεγέσθω μὲν παρ' ὑμῶν ὁμοιοούσιος. οὐκ ἔστι μέντοι λεγόμενος οὕτως ἀληθείᾳ οὐδὲ ὅλως φῶς οὐδὲ φύσει θεός. τὰ γὰρ ἐκ μετουσίας οὐκ ἀληθείᾳ, ἀλλ' ὁμοιώσει τῆς ἀληθείας λέγεται ὅμοια, ὥστε καὶ μεταπίπτειν καὶ ἀφαιρεῖσθαι δύνασθαι ἀπὸ τῶν μετ 53.5 εχόντων τὴν μετάληψιν. τοῦτο δὲ πάλιν ἴδιον τῶν κτισμάτων καὶ ποιημάτων ἐστίν. οὐκ οῦν εἰ τοῦτο ἄτοπον, οὐκ ἂν εἴη ἐκ μετουσίας, ἀλλὰ φύσει καὶ ἀληθείᾳ υἱός, φῶς, σοφία, θεός. φύσει δὲ ὢν καὶ οὐ μετοχῇ οὐκ ἂν κυρίως λεχθείη ὁμοιοούσιος, ἀλλ' ὁμοούσιος. ὃ δὲ μηδὲ ἐπ' ἄλλων ἄν τις εἴποι· ἐδείχθη γὰρ τὸ ὅμοιον μὴ ἐπὶ τῶν οὐσιῶν λεγόμενον· πῶς οὐκ ἀνόητον μὲν ἢ τάχα καὶ χαλεπὸν τοῦτο προφέρειν ἐπὶ υἱοῦ καὶ μὴ μᾶλλον τὸ ὁμοούσιον;

54.1 ∆ιὰ τοῦτο γὰρ καὶ ἡ ἐν Νικαίᾳ σύνοδος καλῶς ἔγραψεν, ὅπερ ἔπρεπεν εἰπεῖν, γεννη τὸν ἐκ τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν ὁμοούσιον. ταῦτα καὶ ἡμεῖς μαθόντες μὴ σκιαμαχῶ μεν καὶ μάλιστα γινώσκοντες ὅτι καὶ οἱ ταῦτα γράψαντες οὐχ ὡς παρεξηγούμενοι τὴν ἀλήθειαν, ἀλλ' ἐκδικοῦντες μὲν τὴν ἀλήθειαν καὶ τὴν εἰς Χριστὸν εὐσέβειαν, καθαιροῦντες δὲ 54.2 τὰς κατ' αὐτοῦ τῶν Ἀρειομανιτῶν βλασφημίας οὕτως ὡμολόγησαν τὴν πίστιν. σκεπ τέον γὰρ καὶ κατανοητέον ἀκριβῶς ὅτι λέγοντες μὲν ἀνομοιοούσιον καὶ ἑτεροούσιον οὐ σημαίνομεν τὸν ἀληθινὸν υἱόν, ἀλλ' ἕν τι τῶν ποιημάτων καὶ τὸν εἰσποιητὸν καὶ θέσει υἱόν, ὅπερ τοῖς αἱρετικοῖς δοκεῖ· λέγοντες δὲ μὴ ἐριστικῶς τὸ ὁμοούσιον υἱὸν σημαίνομεν γνήσιον ἐκ τοῦ πατρὸς πεφυκότα, κἂν ἐν τούτῳ διαρρηγνύωνται πολλάκις οἱ χριστομάχοι. 54.3 ταῦτα μὲν ἅπερ ἔγνων ἐγὼ καὶ διαλεγομένων ἤκουσα φρονίμων δι' ὀλίγων γέγραφα, ὑμεῖς δὲ μένοντες ἐπὶ «τὸν θεμέλιον τῶν ἀποστόλων» καὶ τὰς παραδόσεις τῶν πατέρων κατέχοντες εὔχεσθε, ἵνα ἤδη ποτὲ παύσηται πᾶσα λοιπὸν ἔρις καὶ ζῆλος, τῶν τε αἱρετικῶν αἱ μωραὶ ζητήσεις καταγνωσθῶσι καὶ πᾶσα λογομαχία, καὶ ἡ μὲν δυσώνυμος καὶ ἀνθρω ποκτόνος τῶν Ἀρειανῶν αἵρεσις ἐξαφανισθείη, ἀναλάμψειε δὲ πάντων ἐν ταῖς καρδίαις ἡ ἀλήθεια, ὥστε πάντας πανταχοῦ «τὸ αὐτὸ λέγειν» καὶ τὸ αὐτὸ φρονεῖν, μηδεμιᾶς δὲ ἔτι περιλειπομένης ἀρειανῆς δυσφημίας λέγηται καὶ ὁμολογῆται κατὰ πᾶσαν ἐκκλησίαν «εἷς κύριος, μία πίστις, ἓν βάπτισμα», ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ τῷ πατρὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 55.1 Μετὰ τὸ γράψαι με τὰ περὶ τῶν συνόδων ἔγνων γράψαντα τὸν ἀσεβέστατον Κων στάντιον πρὸς τοὺς ἐν Ἀριμήνῳ μείναντας ἐπισκόπους. καὶ σπουδὴν ἔσχον λαβεῖν τὰ ἀντίγραφα παρὰ γνησίων ἀδελφῶν καὶ ἀποστεῖλαι ὑμῖν καὶ τὰ παρὰ τῶν ἐπισκόπων ἀντιγραφέντα, ἵνα γνῶτε τοῦ μὲν βασιλέως τὴν ἀσεβῆ πανουργίαν τῶν δὲ ἐπισκόπων τὸ ἑδραῖον καὶ ἀκλινὲς τῆς πρὸς τὴν ἀλήθειαν γνώμης. 55.2τ Ἑρμηνεία τῆς ἐπιστολῆσ Κωνστάντιος Νικητὴς καὶ Θριαμβευτὴς Αὔγουστος πᾶσιν ἐπισκόποις τοῖς ἐν Ἀρι μήνῳ συνελθοῦσιν. Ἀεὶ μὲν προηγουμένην ἡμᾶς ἔχειν φροντίδα περὶ τοῦ θείου καὶ προσκυνητοῦ νόμου οὐδὲ ἡ ὑμετέρα χρηστότης ἀγνοεῖ, ἀλλὰ νῦν τοὺς παρὰ τῆς συνέσεως ὑμῶν ἀποσταλέντας εἴκοσιν ἐπισκόπους ἀναδεξαμένους τὴν παρ' ὑμῶν πρεσβείαν τέως οὐκ ἠδυνήθημεν αὐτοὺς ἰδεῖν. ἀναγκαία γάρ τις ἡμᾶς ἤπειγεν ἡ πρὸς τοὺς βαρβάρους ὁδός, καί, ὡς οἴδατε, πρέπει τὴν ψυχὴν καθαρὰν οὖσαν ἀπὸ πάσης φροντίδος τὰ περὶ τοῦ θείου νόμου διαγυμνάζειν. 55.3 τοιγαροῦν τοὺς ἐπισκόπους διεκελεύσαμεν ἐν τῇ