1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

13

γεννηθεὶς ἐκ Μαρίας ναὸς Ἰησοῦς ἐστιν, δι'μ28.1260 οὗ τὰ πάντα. Ὀρθ. Ὁ γεννηθεὶς ἐκ Μαρίας ναὸς οὐ κενὸς ἐγεννήθη καὶ σεσαρωμένος, ἀλλὰ μετὰ τοῦ ἐνοικοῦντος, διὸ καὶ αὐτός ἐστιν Ἰησοῦς, δι' οὗ τὰ πάντα. οὔτε δὲ τὸν ναὸν καλῶ Ἰησοῦν χωρὶς τοῦ λόγου οὔτε τὸν λόγον χωρὶς τοῦ ναοῦ Ἰησοῦν, ἀλλ' ἔκτοτε Ἰησοῦς ὁ λόγος κέκληται, ἐξ οὗ ἰάσατο τὰ συντρίμματα τοῦ λαοῦ αὐτοῦ, τότε δὲ ἰάσατο, ὅτε κατηξίωσε μορ φὴν δούλου λαβεῖν· οὗτος οὖν ὁ λόγος, ὁ νῦν Ἰη σοῦς διὰ τὴν οἰκονομίαν κληθείς, αὐτός ἐστιν, δι' οὗ τὰ πάντα. καὶ ὥσπερ τὸν καυτῆρα πῦρ καὶ σίδηρον νοῶ, οὕτως Ἰησοῦν θεὸν λόγον ἐνανθρωπήσαντα. Ἀπολ. Ὁ ναὸς, δι' οὗ τὰ πάντα ἢ ὁ ἐν τῷ ναῷ; Ὀρθ. Μὴ διαίρει τὸν ναὸν τοῦ ἐνοικοῦντος. εἰ γὰρ "ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν", πολλῷ πλέον ὅταν ὁ κύριος λέγηται καὶ πιστεύηται ἡνῶσθαι μορφῇ δούλου, εἷς ἐστιν ὁ αὐτὸς θεὸς καὶ ἄνθρωπος. Ἀπολ. Οὐκοῦν οὐκ ἔστιν ἄνθρωπος ὁ γεγεννημένος ἐκ Μαρίας; Ὀρθ. Μόνον ἄνθρωπος οὔ. Ἀπολ. Ἀλλὰ καὶ τί; Ὀρθ. Καὶ θεός· ὡς γὰρ οὐκ ἔστι μόνον σὰρξ Ἰσαὰκ γεγεννημένος ἐκ τοῦ Ἀβραὰμ οὐδὲ ἄλλος τις τῶν ἀνθρώπων, ἀλλὰ ἄνθρωπος ἐξ ἀνθρώπου γεγέννηται ἕκαστος ἡμῶν οὐ γεννωμένης ψυχῆς λογικῆς ἐκ ψυχῆς λογικῆς, καίτοιγε τοῦ ἀν θρώπου ἐκ ψυχῆς λογικῆς καὶ σώματος συγκειμένου· οὕτω θεὸν λέγω τὸν ἐκ Μαρίας γεγεννημένον, ψυχῇ καὶ σώματι ἑνωθέντα. καθάπερ γὰρ ἑνωθεῖσα ψυχὴ σώματι γεννᾶται ἄνθρωπος διὰ γυναικός, οὕτως ἑνω θεὶς θεὸς λόγος ψυχῇ καὶ σώματι ἐγεννήθη θεὸς καὶ ἄνθρωπος διὰ γυναικός. Ἀπολ. Καίτοιγε "ἐκ γυναικὸς" γέγραπται. Ὀρθ. Ἐκ γυναικὸς κατὰ σάρκα, διὰ τῆς γυναικὸς κατὰ πνεῦμα. Ἀπολ. Ὁ ἴδιος υἱὸς τοῦ θεοῦ, ὃν παρέδωκεν ὑπὲρ ἡμῶν, τίς ἐστιν, ὁ λόγος ἢ ὁ ἄνθρωπος; Ὀρθ. Ὁ ἴδιος υἱὸς τοῦ θεοῦ αὐτός ἐστιν ὁ ταπεινώσας ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ ἐν αὐτῇ τῇ δουλικῇ μορφῇ παραδοθείς. Ἀπολ. Οὐχ ὁ γεννηθεὶς οὖν ἐκ Μαρίας Ἰησοῦς, ἀλλ' ὁ γεννηθεὶς δι' αὐτῆς λόγος αὐτὸς ἑαυ τὸν ἐταπείνωσε μέχρι θανάτου. Ὀρθ. Μὴ διαίρει τὴν ἅπαξ ἑνωθεῖσαν ἕνωσιν. εἶπον γὰρ ὅτι αὐτός ἐστιν ὁ ἴδιος υἱὸς ὁ καὶ ἐξ αὐτῆς κατὰ σάρκα καὶ δι' αὐτῆς κατὰ πνεῦμα. Ἀπολ. Ὁ δι' αὐτῆς οὖν λόγος ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου; Ὀρθ. Ὁ δι' αὐτῆς θεὸς λόγος οὐ δυνάμενος τῇ φύσει τῆς θεότητος ταπεινω θῆναι μέχρι θανάτου ἔλαβεν ἑαυτῷ ἐξ αὐτῆς ἔμψυχον σῶμα τὸ δυνάμενον ταπεινωθῆναι μέχρι θανάτου, ὅ ἐστι μορφὴ δούλου. Ἀπολ. Θεὸς οὖν ἀπέθανεν ὑπὲρ ἡμῶν; Ὀρθ. Θεὸς ἑνώσας ἑαυτῷ σῶμα ἔμψυχον τὸ δυνάμενον ἀπο μ28.1261 θανεῖν· οὐ γὰρ φύσει θεότητος ὑπὲρ ἡμῶν ἀπέθανεν, ἀλλ' ἑνώσεως οἰκονομίᾳ. Ἀπολ. Εἰ ψυχὴν λογικὴν εἶχε τὸ σῶμα, οὐχ ὁ θεὸς, ἀλλ' ὁ ἄνθρωπος ἀπέθανεν. Ὀρθ. Ὁ ἀπὸ τοῦ σώματος χωρισμὸς τῆς ψυχῆς θάνατος λέγεται ἢ οὔ; Ἀπολ. Ναί. Ὀρθ. Ὥσπερ οὖνοὐκ ἂν ἠδύνατο λεχθῆναι ὁ θεὸς ἐν μνήματι καὶ ἐν ταφῇ γενέσθαι, εἰ μὴ εἶχε τὸ τιθέμενον σῶμα, οὕτως οὐκ ἂν ἐλέχθη κεχωρίσθαι τοῦ σώματος, πανταχοῦ ὢν καὶ τὰ πάντα περιέχων, εἰ μὴ εἶχε τὴν χωριζομένην ψυχὴν, μεθ' ἧς καὶ τοῖς ἐν ᾅδου εὐηγγελίσατο· διὰ γὰρ αὐτὴν καὶ ἀναχωρεῖν τοῦ σώματος λέγεται καὶ ἐν ᾅδου γε γενῆσθαι. καὶ τοῦτό ἐστι τὸ τὸν θεὸν ὑπὲρ ἡμῶν τεθῆναι ἐν μνήματι διὰ τὸ σῶμα καὶ ἐν ᾅδου γενέσθαι διὰ τὴν ψυχήν. Ἀπολ. Ἐγὼ πεπίστευκα ὅτι ὁ θεὸς λόγος τῇ ἑαυτοῦ παρουσίᾳ ἐμψυχοῖ τὸ σῶμα καὶ χρείαν οὐκ εἶχε ψυχῆς. Ὀρθ. Ὡς εἰς τὸ κρατηθῆναι καὶ σταυρωθῆναι καὶ ταφῆναι χρείαν εἶχε σώματος, ἵνα μὴ δοκήσει ὁ σταυρὸς γένηται, ἀλλ' ἀληθείᾳ, οὕτω καὶ εἰς τὸ ἀποθανεῖν καὶ ἐν ᾅδου γενέσθαι χρείαν εἶχε ψυχῆς. περὶ τίνος γὰρ εἴρηται ὅτι "ἤρξατο λυπεῖσθαι καὶ ἀγωνιᾷν ἕως θα νάτου"; περὶ τοῦ σώματος τοῦ ἀναισθήτου ἢ τοῦ θεοῦ λόγου; Ἀπολ. Καὶ ἡμεῖς λέγομεν, ὅτι αἴσθη σιν εἶχε τὸ σῶμα, ἐν ᾗ καὶ ᾔσθετο τοῦ πάθους. Ὀρθ. Σῶμα αἴσθησιν ἔχον ἔμψυχόν ἐστιν, τὸ γὰρ ἄψυ χον καὶ ἀναίσθητόν ἐστιν, ὥστε ὁ ταπεινώσας ἑαυτὸν μέχρι θανάτου καὶ ἀποθανὼν θεός ἐστιν οὐ φύσει θεότητος ἀποθνήσκων, ἀλλ' ἑνώσεως οἰκονομίᾳ. τῆς γὰρ