1

 2

2

δὲ πρὸς τὴν ἀρετὴν αὐτῆς ἀεργία καὶ ἀμέλεια τοιοῦτος ὕπνος ἐστίν, οἷον αἰτιᾶται τὸ πνεῦμα τὸ ἅγιον λέγον· «Ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες ἵπ ποις», καὶ πάλιν· «Ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδέν». ὅθεν καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ θέλων τὸν νοῦν ἡμῶν μὴ ἀμελεῖν περὶ τὴν ἀρετήν, παρήγγειλεν· «Γρηγορεῖτε» καὶ «ἀγρυπνεῖτε», καθὰ καὶ ἐν παροιμίαις συμβουλεύει· «Μὴ δῷς ὕπνον σοῖς ὄμμασιν μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος», εἰ καὶ ταῦτα μὴ νοήσαντές τινες τῶν ἀπὸ τῶν αἱρέσεων ὡς ἀληθῶς νοῦν οὐκ ἔχοντες παρεκδέχον ται τὰ πνευματικῶς γραφέντα καὶ περὶ μὲν τὸν σωματικὸν ὕπνον ὑποκρινόμενοι μὴ καθεύδειν καὶ ὑποκλέπτοντες τῇ ἀνάγκῃ τὴν χρῆσιν, οὐκ εἰδότες, ὅτι πρὸς ὀλίγον γρηγοροῦντες καθεύδουσι τὸ ὅλον τῇ διανοίᾳ καὶ φοβούμενοι τὸν ὕπνον τὸν σωματικὸν ἐκπίπτουσι τῆς κατὰ ψυχὴν γρηγορήσεως. ἣν ὁ ἅγιος καίπερ κοιμώμενος τῷ σώματι εἶχεν λέγων· «Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ. «τῶν γὰρ ἁγίων ὁ ὕπνος πρὸς τὰ κρείττονα τὴν θεωρίαν ἔχει, καὶ τοῦ σώματος τούτων ἐπὶ γῆς ἡσυχάζοντος ὁ νοῦς τὰ ἔξω τῶν τόπων διέρχεται καὶ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνίπταται. Ἐλισαῖος γὰρ ὁ μέγας προφήτης ἐν τῷ ὄρει σωματικῶς καθήμενος ἠκολούθει τῷ Γιεζὶ κατὰ τὸν νοῦν, καὶ ∆ανιὴλ ὁ ἅγιος τῷ σώματι κοιμώμενος ἐγρηγόρει τῷ νῷ βλέπων τὰς μεγάλας καὶ θείας ὁράσεις ἐκείνας. Οὕτω δὴ οὖν διπλοῦ δειχθέντος τοῦ περὶ τῶν ἀνθρώπων λόγου διπλῆν ἀνάγκη καὶ τὴν περὶ τῆς ὑγείας αὐτῶν διάνοιαν εἶναι. καὶ γὰρ καὶ ψυχῆς ἐστιν ὑγεία, καὶ σώματός ἐστιν ὑγεία. καὶ οἱ μὲν μόνον τὴν ψυχὴν νοσοῦσι καὶ ὑγιαίνουσι τῷ σώματι, οἱ δὲ ἔμπαλιν τὸ μὲν σῶμα νοσοῦσι, τὴν δὲ ψυχὴν ὑγιαίνουσιν, τινὲς δὲ κατ' ἀμφότερα τὴν νόσον ἔχουσιν καὶ οὔτε τῷ σώματι οὔτε τῇ ψυχῇ ἔρρωνται. συμπάσχουσι δὲ πάλιν ἀλλήλοις οἱ δύο εἷς ἄνθρωπος ὄντες, ἐπεὶ καὶ μίαν ἔχουσι τὴν ἐκ τῆς ὑγιείας ἀλυπίαν ἢ τὴν ἐκ τῆς νόσου βάσανον. }Καὶ πάλιν περὶ τῶν αὐτῶν·} Ὥσπερ ἡ τοῦ σώματος κατασκευὴ ἁρμοζούσας ἑαυτῇ τὰς πέντε αἰσθήσεις ὑπὸ τοῦ δημιουργοῦ κέκτηται, οὕτω καὶ ἡ νοερὰ τῆς ψυχῆς οὐσία ἐν ταῖς πέντε αἰσθήσεσιν πᾶσαν τὴν τῶν ἐντολῶν ἐργασίαν δια πορεύεται. καὶ τῆς μὲν ὁράσεως αὐτῆς σύμβολον οἱ ὀφθαλμοί, ὡς ὁ ἅγιος ἔφη ∆αβίδ· «Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν κύριον». τῆς δὲ ἀκοῆς· «Προσέθηκέν μοι ὠτίον ἀκούειν», καὶ ὁ κύριος· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω». τῆς δὲ ὀσφρήσεως· «Εἰς ὀσμὴν μύρων σου δραμούμεθα». τῆς δὲ γεύσεως· «Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς 8 ὁ κύριος». καί· «Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα». καί· «Κύριε, τὰ χείλη μου ἀνοίξεις». τῆς ἁφῆς· «Ὁ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς». Ἔστι τις μετὰ ταύτας καὶ ἑτέρα ἕκτη αἴσθησις, καθ' ἣν τῶν ἀναφῶν ἐφαπτόμεθα οἱ ἐφάπτεσθαι δυνάμενοι, περὶ ἧς εἶπεν Σολομῶν. καὶ θείαν αἴσθησιν εὑρήσεις, ἥτις καὶ ἐν κατανύξει καρδίας πολλάκις πέφυκεν γίνεσθαι.