1

 2

2

περιεζωσμένους καὶ ὑποδεδεμένους ἐσθίειν τὸ Πάσχα μετὰ σπουδῆς, καὶ ἐπὶ χεῖρας τὴν βακτηρίαν ἔχοντας τοῖς Ἰουδαίοις ὁ νόμος ἐκέλευε· κατέπαυσε μὲν τοῖς χρόνοις τοῦ οἰκείου κηρύγματος τὸ Πάσχα τὸ νομικὸν, παρέδωκε δὲ τὸ οἰκεῖον διὰ τοῦ δείπνου· διὸ μετὰ τὸ δειπνῆσαι. λαβὼν ἄρτον, καὶ κλάσας, παρέδωκε τοῖς ἀποστόλοις τὸ μυστήριον τῆς Καινῆς ∆ιαθήκης αὐτοῦ καὶ Λειτουργίας· ἐν τῇ νυκτὶ δηλονότι τῆς εʹ, ἐν ᾗ παρεδόθη. Ἰστέον δ' ὅτι καθ' ἣν ὥραν ἐσταύρωσαν οἱ θεοκτόνοι τὸν Κύριον τῆς δόξης, κατ' αὐτὴν καὶ τὸν ἀμνὸν θύσαντες, ἔφαγον τὸ Πάσχα τὸ νομικόν· καὶ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν τὸν εὐαγγελιστὴν Ἰωάννην· ὅτι αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ Πραιτώριον ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ Πάσχα· ὥστε ἐν ἡμέρᾳ μιᾷ μετὰ τοῦ ἀμνοῦ ἐτύθη ὁ Χριστός· ἀλλὰ τί φησιν ὁ Λουκᾶς; ἄρτον εἶπεν λαβεῖν τὸν Χριστὸν καὶ οὐκ ἄζυμον· οὐ γὰρ ἔτι ἦν, πέμπτης οὔσης τηνικαῦτα ἡμέρας· τρισκαιδεκάτη ἦν ἔτι ἡ σελήνη καὶ οὐκ ἦσαν ἄζυμα, διὰ τὸ μήπω γενέσθαι· τῇ ιεʹ γὰρ τῆς σελήνης ἦν νενομοθετημένον ἐσθίειν τὰ ἄζυμα· τῇ δὲ ιδʹ τὸν ἀμνὸν καὶ μόνον θύεσθαι· διὸ καὶ τῇ μὲν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης Πάσχα προσαγορεύει ὁ νόμος· τῇ δὲ ιεʹ πρῶτον Σάββατον ὀνομάζει· εἰ οὖν ὁ Χριστὸς ἐτύθη κατὰ τὴν ιδʹ τῆς σελήνης κατὰ τὴν ἡμέραν τῆς Παρασκευῆς, τὸ δὲ Σάββατον ἦν τῶν Ἀζύμων ἑορτὴ, πότε τὰ ἄζυμα ἔφαγε; καὶ πότε τοῖς ἀποστόλοις ταῦτα ἐν τῇ Καινῇ ∆ιαθήκῃ παρέδωκεν; ὅτι λέγουσιν οἱ μιμηταὶ τῶν Ἰουδαίων, ὅτι τὰ ἄζυμα παρὰ τῶν ἀποστόλων 26.1332 ποιεῖν παρελάβομεν· οὐδὲ γὰρ τὸ Πάσχα τὸ νομικὸν κατὰ τὸν χρόνον ἐκεῖνον φαγεῖν ἔφθασεν ὁ Χριστός· ὅτι δὲ οὕτως ἔχει τὸ ἀληθὲς, πρὸς πίστωσιν τῶν εἰρημένων, ἄκουσον καὶ τῆς νομοθεσίας Μωϋσέως ᾗ περὶ τοῦ Πάσχα καὶ τῶν Ἀζύμων νενομοθέτηκεν· Αὗται, φησὶν, αἱ ἑορταὶ τῷ Κυρίῳ κληταὶ ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν. Ἐν τῷ αʹ μηνὶ ἐν τῇ ιδʹ ἡμέρᾳ τοῦ μηνὸς, ἀναμέσον τῶν ἑσπερινῶν, Πάσχα τῷ Κυρίῳ. Καὶ ἐν τῇ ιεʹ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν Ἀζύμων τῷ Κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. Ἰδοὺ μανθάνεις καὶ ἐκ τῆς νομοθεσίας Μωϋσέως, ὅτι οὐκ ἦν τὰ ἄζυμα· καὶ γὰρ μετὰ τὸ δειπνῆσαι κατὰ τὴν ἡμέραν τὴν εʹ παρέδωκεν ὁ Χριστὸς διὰ τῆς τοῦ ἄρτου κλάσεως τὸ τῆς Καινῆς ∆ιαθήκης μυστήριον· ἐπειδὴ ἄζυμα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἦσαν ...