1

 2

2

Εἰσὶ μὲν οἱ πάντες ρνʹ, ὧν οβʹ εἰσὶ τοῦ ∆αυῒδ, θʹ δὲ τῷ ∆αυῒδ, ιβʹ τοῦ Ἀσὰφ, ιβʹ τοῖς υἱοῖς Κορὲ, εἷς τοῦ Ἰδιθοὺμ, εἷς τοῦ Αἰθὰμ, εἷς τοῦ Αἰμὰν, εἷς τοῦ Σαλομὼν, δύο Ἀγγαίου καὶ Ζαχαρίου, ἀνεπίγραφοι λθʹ καὶ εἷς Μωσέως· πάντες ρνʹ. ∆εῖ τοίνυν θεωρῆσαι τὸ μυστήριον τίνι λόγῳ, διαφόρων ᾠδῶν ὑπαρχόντων, καὶ μὴ πάντων τῶν ψαλμῶν ὄντων ∆αυῒδ, ἀναφέρεται εἰς τὸν ∆αυΐδ· καὶ τοῦτο οὐ παραδραμούμεθα. Τούτου γὰρ χάριν ἐπεγράφη, ἐπεὶ αὐτὸς αἴτιος γεγένηται τοῦ εἶναι ταῦτα· αὐτὸς γὰρ ἐξέλεξε τοὺς ᾠδούς. Αὐτὸς τοίνυν αἴτιος γενόμενος ἠξιώθη τῆς τιμῆς ταύτης, ἵνα πάντες ὅσα εἶπαν οἱ ᾠδοὶ εἰς τὸν ∆αυῒδ καταλογισθῇ. 27.60 Ὅτι προφήτης ὑπάρχων ὁ ∆αυῒδ, καὶ ἠνεῳγμένους ἔχων τοὺς ἔνδον ὀφθαλμοὺς, καὶ εἰδὼς, ὅτι χαίρουσι τῇ πτώσει τῶν ἀνθρώπων τὰ πονηρὰ πνεύματα, καὶ πάλιν ἀντιλυποῦνται ἡττώμενα ἐπὶ τῇ διορθώσει τῶν ἀνθρώπων, πάντως ὅτι νοητῶς τὰς κατ' αὐτῶν προσευχὰς ἐποιεῖτο, ἐκ τῶν αἰσθητῶν ἐχθρῶν πρὸς αὐτὰ μεταβαλλόμενος. Εἰ γὰρ μὴ κατὰ τοῦτον τὸν τρόπον ἐκλάβωμεν τὸν σκοπὸν τῶν προφητῶν, οὐ μόνον οὐδεμίαν οἰκοδομὴν ἐκ τῶν παρ' αὐτοῖς εἰρημένων πρὸς κτῆσιν πραότητος ἕξομεν, ἀλλὰ καὶ σκληράν τινα καὶ ἐναντίαν τῆς εὐαγγελικῆς διδασκαλίας διάθεσιν ἀναληψόμεθα ἐκ τοῦ κατεύχεσθαι συχνῶς τῶν ἐχθρῶν, καὶ μὴ ἀγαπᾷν· μυριοντάκις λέγοντος τοῦ ∆αυῒδ, Αἰσχυνθείησαν καὶ ἐντραπείησαν πάντες οἱ ἐχθροί μου, καὶ μὴ αἰσχυνθείην ἐγώ. Ταῦτα δὲ οὐκ ἂν πεισθείημεν οὕτως εἰρηκέναι ἄνδρας προφήτας καὶ φίλους Θεοῦ, εἰ μὴ τῷ προειρημένῳ τρόπῳ. Οὕτω γὰρ χρὴ νοεῖν τὸν φιλόπονον, ἔνθα ἂν ἐπαρώμενον εὕροι προφήτην, ἐπὶ τοὺς νοητοὺς ἐχθροὺς ἀπὸ τῶν αἰσθητῶν μεταβάλλοντα. Λοιπὸν δὴ κατασχολάζεσθαι τὸν ἀσκητὴν παντὸς ῥήματος τὴν κατανόησιν.