1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

18

τὴν δὲ κληρονομίαν λαβὼν μηλωτὴν εὔωνον καὶ εὐλογίαν ἀόρατον τοῦ πυρίνου ἅρματος ἐκπεσοῦσαν. Οὐ μὴν ἄπρακτον τὴν ἱκεσίαν ἀπέπεμψεν, οὐδὲ ἀπέγνω τῆς βοηθείας, ἐπειδὴ μὴ παρῆν τὸ ζητούμενον, οὐδὲ εἶπεν ἀγεννῆ τινα καὶ ἄπιστα ῥήματα, ὡς εἷς τῶν πολλῶν· Καὶ πόθεν ἐμοὶ ἀργύριον, ὥστε διαλῦσαι τὸ ὄφλημα; 3.15.3 Ὥσπερ δὲ ἄριστος ἰατρὸς καὶ φαρμάκων μὴ παρόντων ἐξ ἐπινοιῶν παραδόξων εὗρε τῇ νόσῳ τὴν ἴασιν, καί, Τί σοι, φησίν, ἐπὶ τῆς οἰκίας, ὦ γύναι; Μνημόνευσον εἴ τι καὶ ὀλίγον ἔνδον τυγχάνει. Οὐδεὶς γὰρ οὕτως πένης, ὡς καθάπαξ μηδενὸς κύριος εἶναι. Ὡς δὲ εἶπεν, ὅτι κεράμιόν ἐστιν καὶ λείψανον ἐν αὐτῷ βραχὺ ἐλαίου, Παρασκεύασόν μοι, εἶπεν, πλῆθος ἀγγείων. Καὶ ἡ μὲν ηὐτρέπισεν, ὁ δὲ δι' αὐτῆς ἐπλήρωσεν καὶ τῷ δα νειστῇ διελύθη τὸ ὄφλημα· ἡ δὲ γυνὴ ἀπῆλθεν ἐξ ἀπόρων εὑροῦσα τὸν πόρον. 3.15.4 Τὸ γὰρ ὀλίγιστον ἔλαιον, ὃ εἶναι παρ' αὐτῇ εἶπεν πρὸς τὸν προφήτην, ἐπήγασεν ἐκ τοῦ παραδόξου καὶ πάντας τοὺς εὐτρεπισθέντας ἀμφορίσκους ἐπλήρωσεν· ἕστη δὲ τότε τῆς ῥύσεως, ὅτε ἀγγεῖον οὐκ ἔτι ἦν τὸ δεχόμενον· καὶ τῇ χρείᾳ συνεμετρήθη ἡ χάρις. Ἀληθῶς ἔλαιον ἐκεῖνο, ὃ φυτὸν οὐκ ἐκαρποφόρησεν, ἀλλ' οἱ τοῦ Θεοῦ οἰκτιρμοὶ ἐγεώρ γησαν. 3.15.5 Ταύτην ὠνήσασθε τὴν ἐπιστήμην, εἰ δύνασθε, οἱ ἀπὸ ἡλίου ἀνίσχοντος μέχρι καὶ δυομένου, βασιλεῖς, δυνάσται, πλούσιοι. Οἱ σοφοὶ τῆς ἐγκοσμίου σοφίας, κτήσασθε τοῦ ἀπὸ ἀροτήρων προφήτου τὸ χάρισμα, ὃ ἀναφαίρετον τῷ λαβόντι συνῆν. Τὰ γὰρ τῆς ὑμετέρας σπουδῆς κτήματα μυρίους ἔχει παρακειμένους τῆς ἀπωλείας κινδύνους· λῃστὰς τοιχωρυ χοῦντας, τυράννους ἁρπάζοντας καὶ συκοφάντας ἐπιβουλεύοντας, θάλασσαν καταποντίζουσαν καὶ γῆν ὑπορρηγνυμένην τοῖς χάσμασιν. 3.15.6 Ἔστω τοίνυν ἐλπὶς καὶ ταμιεῖον ἀνθρώποις ἡ τοῦ Θεοῦ δεξιά, ἡ τὸν λαὸν Αἰγύπτου ἐξαγαγοῦσα καὶ ἐν ἐρήμῳ χώρᾳ τὴν εὐθηνίαν τῶν ἀγαθῶν χορηγήσασα· ἡ τῷ ∆ανιὴλ ἀγαγοῦσα τὸν Ἀμβακούμ, καὶ τὸν Ἰσμαὴλ σώσασα τῆς μητρικῆς ἀγκάλης ἀπορριφέντα, καὶ τοῖς καθ' ἑκάστην γενεὰν ἐπαρκέσασα, καὶ τελευταῖον πέντε κριθίνους ἄρτους ὡς ἄπειρον γεωργίαν πληθύνασα, ἵν' ὁ εἷς ἄρτος χιλίων ἀνδρῶν πεινώντων πληρώσῃ γαστέρα καὶ πρός γε κόφινον τῶν λειψάνων. Τῷ δὲ Θεῷ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 4.t.1 Τοῦ αὐτοῦ Ἀστερίου λόγος κατηγορικὸς τῆς ἑορτῆς τῶν Καλανδῶν

4.1.1 ∆ύο κατὰ ταὐτὸν ἑορταὶ συνέδραμον ἐπὶ τῆς χθιζῆς καὶ τῆς ἐνεστώσης ἡμέρας, οὐ συμφωνοί τε καὶ ἀδελφοί, πᾶν δὲ τοὐναντίον ἐχθρῶς τε καὶ ἐναντίως ἔχουσαι πρὸς ἀλλήλας. Ἡ μὲν γάρ ἐστιν τοῦ ἔξωθεν συρφε τοῦ, πολὺ συνάγουσα τοῦ μαμωνᾶ τὸ ἀργύριον καὶ τὴν ἄλλην καπηλείαν ἐφελκομένη, τὴν ἀγοραῖόν τε καὶ ἀνελεύθερον· ἡ δὲ τῆς ἁγίας καὶ ἀληθοῦς θρησκείας, οἰκείωσιν τὴν πρὸς Θεὸν καὶ τοῦ κεκαθαρμένου βίου τὴν ἀρετὴν ἐκπαιδεύουσα. 4.1.2 Ἐπειδὴ δὲ πολλοὶ προτιμῶντες τὴν ἐκ τῆς ματαιότητος τρυφὴν καὶ ἀσχολίαν ἀπελείφθησαν τοῦ κατὰ τὴν ἐκκλησίαν συλλόγου, φέρε, τὴν μωρὰν καὶ βλάπτουσαν τέρψιν λόγῳ τῶν ψυχῶν ἀπελάσωμεν, ὥσπερ τινὰ φρενῖτιν ἐν τῷ γελᾶν καὶ παίζειν τὸν θάνατον ἄγουσαν. 4.1.3 Ἐν καιρῷ δ' ἂν τὸν Σολομῶντα ζηλώσαιμι τῆς τοῦ λόγου μεταχειρήσεως. Καὶ γὰρ ἐκεῖνος συμβουλεύων τοῖς νέοις ἀσφαλῶς ἑαυτοὺς ἀπὸ τῶν παγίδων τῆς ἀκολασίας τηρεῖν, ἵνα δραστήριον καὶ ἐνεργῆ τὴν ἑαυτοῦ νουθεσίαν ἐργάσηται, προσωποποιεῖ τὴν ἀκολασίαν εἰς γυναῖκα κατεγνωσμένην· πᾶσαν δὲ τὴν κακίαν αὐτῆς στηλιτεύων οὕτως μίσους ἀξίαν ἀποφαίνει τοῖς δελεαζομένοις. 4.1.4 ∆ιὸ κἀγὼ τὴν ματαιότητα τῆς ἀνθρωπικῆς ἑορτῆς ὑποδείξας τῷ λόγῳ πειράσομαι